Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 1

 
ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρʼ ἐσίδησθε,
 
ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν·
 
καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον· οὐδέ με θνητὸς 560
 
γείνατʼ ἀνήρ, ἀλλʼ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·
 
τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.
 
ἦ, μέγα καγχαλόωσα κατὰ φρένας· ἧκε δʼ ἄρʼ ἔγχος
 
δεύτερον· οἱ δʼ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
 
Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω
 
ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι· 565
 
οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
 
δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.
 
Αἴας δʼ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλʼ ἄρα Τρώων
 
ἐς πληθὺν ἀνόρουσε· λίπεν δʼ ἄρα Πηλείωνι
 
οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς 570
 
ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
 
ῥηίδιος πόνος ἔσσεθʼ ὅπως ἴρηκι πέλεια.
 
Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·
 
καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
 
ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν 575
 
ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
 
οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων·
 
ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
 
εὐχόμεθʼ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
 
ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας 580
 
δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
 
καὶ κρατερόν περ ἐόντα· σὺ δʼ ἐν φρεσὶ πάγχυ μέμηνας,
 
ἣ μέγʼ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
 
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·
 
οὐδὲ γὰρ οὐδʼ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης 585
 
ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτʼ ἐν ὄρεσσι
 
κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
 
ἣ οὔπω τόδʼ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
 
Ξάνθου πὰρ προχοῇσιν ὑφʼ ἡμετέρῃς παλάμῃσιν;
 
ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο 590
 
καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;
 
ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
 
λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν·
 
αἶψα δʼ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
 
οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα 595
 
ἐσσυμένως· ἡ δʼ εἶθαρ ὑπεκλάσθη μελέεσσιν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme