Book 9
ἐν δὲ δόμῳ δμωῇσιν ἐπέχραον, ἐν τριόδοις δὲ
40
ξεινοφόνῳ δαίτρευον ὁδοιπόρον ἄνδρα μαχαίρῃ·
φρικαλέαι δʼ ἀλάλαζον, ὑπὸ στροφάλιγγι δὲ ῥιπῇ
ὀφθαλμοὺς ἐλέλιζον ἀκοσμήτοιο προσώπου·
πάντῃ δʼ ἔνθα καὶ ἔνθα νοοπλανέεσσι μενοιναῖς
ἔτρεχον ἀσταθέων τροχαλῷ σκιρτήματι ταρσῶν·
45
καὶ πλοκάμους βάκχευον ἐς ἠέρα θυιάδες αὖραι
πλαζομένους· κροκόεις δὲ περὶ στέρνοισιν ἑκάστης
ἀφροκόμῳ ῥαθάμιγγι χιτὼν λευκαίνετο κούρης.
καί νύ κε φοιταλέης ἑτερόφρονι κύματι λύσσης
νήπιον εἰσέτι Βάκχον ἐμιστύλλοντο μαχαίρῃ,
50
εἰ μὴ ἀσημάντοιο ποδὸς ληίστορι ταρσῷ
Βάκχον ὑποκλέψας πτερόεις πάλιν ἥρπασεν Ἑρμῆς,
καὶ βρέφος ἀρτικόμιστον ἔχων ζωαρκέι κόλπῳ
εἰς δόμον ἀρτιτόκοιο λεχώιον ἤγαγεν Ἰνοῦς.
ἡ μὲν ἀνηέρταζεν ἑῆς προθορόντα λοχείης
55
νήπιον εἰσεέτι κοῦρον, ἐπωλένιον Μελικέρτην,
παιδοκόμοις παλάμῃσιν· ἀνοιδαίνοντο δὲ μαζοὶ
θλιβομένοιο γάλακτος ἀναβλύζοντες ἐέρσην.
καὶ φιλίοις στομάτεσσι θεὸς μειλίξατο νύμφην
θέσκελον ὀμφήεντι χέων ἔπος ἀνθερεῶνι·
60
Δέξο, γύναι, νέον υἷα, τεῷ δʼ ἐνικάτθεο κόλπῳ
παῖδα κασιγνήτης Σεμέλης σέεν, ὃν παρὰ παστῷ
οὐ στεροπῆς ἀμάθυνεν ὅλον σέλας, οὐδέ μιν αὐτοὶ
μητροφόνοι σπινθῆρες ἐδηλήσαντο κεραυνοῦ.
καὶ βρέφος ἀχλυόεντι δόμῳ πεφυλαγμένον ἔστω,
65
μηδέ μιν ἀθρήσειεν ἔσω γλαφυροῖο μελάθρου
ἠμάτιον Φαέθοντος ἢ ἔννυχου ὄμμα Σελήνης,
μηδέ ἑ κουρίζοντα, καὶ εἰ ταυρῶπις ἀκούει,
ζηλήμων βαρύμηνις ἴδῃ κεκαλυμμένον Ἥρη.
δέξο κασιγνήτης σέθεν υἱέα· σοὶ δὲ Κρονίων
70
ἄξια σῶν καμάτων ὀπάσει θρεπτήρια κείνου.
ὀλβίη ἐν πάσῃσι θυγατράσιν ἔπλεο Κάδμου·
ἤδη γὰρ Σεμέλη φλογερῷ δέδμητο βελέμνῳ,
Αὐτονόν δὲ θανόντι σὺν υἱέι γαῖα καλύψει,
ἀμφοτέροις δʼ ἕνα τύμβον ἀναστήσειε Κιθαιρών,
75
καὶ μόρον οὐρεσίφοιτος ἐσαθρήσειεν Ἀγαύη
Πενθέος ὀλλυμένοιο, νόθης ψαύσασα κονίης,
παιδοφόνος γεγαυῖα λιπόπτολις· ἀλλὰ σὺ μούνη
ἔσσαι αὐχήεσσα, τόσης ναέτειρα θαλάσσης,