Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 8

 
Ζηνὶ γυναιμανέοντι, φίλοι, φθέγξασθε, κεραυνοί. 280
 
ἀλλὰ βαρυζήλων ἀχέων ποινήτορες Ἥρης
 
εἰς Σεμέλην ἔρχεσθε γαμοστόλοι, ἕδνα δὲ μίτρης
 
λισσομένη φλογόεντας ἑοὺς δέξαιτο φονῆας.
 
τοῖα μὲν ἀφθόγγοις Διὸς ἔντεσιν ἴαχεν Ἥρη
 
ἀχνυμένη, φθονερῷ δὲ χόλῳ κυμαίνετο δαίμων. 285
 
καὶ Σεμέλη βαρύδεσμος ἐῷ νεοπενθέι θυμῷ
 
ἀστεροπὴν ποθέουσα, πυραυγέα πομπὸν Ἐρώτων,
 
μεμφομένοις στομάτεσσιν ἑὸν λιτάνευεν ἀκοίτην,
 
Ἡραίης ἐθέλουσα πυριστεφέος τύπον εὐνῆς·
 
Πρὸς Δανάης λίτομαί σε ῥυηφενέων ὑμεναίων, 290
 
δὸς χάριν, Εὐρώπης κερόεις πόσις· αἰδέομαι γὰρ
 
κικλήσκειν Σεμέλης σε, τὸν ὡς ὄναρ εἶδον, ἀκοίτην.
 
Ἀκρίσιος Κάδμοιο μακάρτερος· ἀλλὰ καὶ αὐτὴ
 
ἤθελον, εἰ χρύσειον ἴδον γάμον, ὑέτιε Ζεῦ,
 
εἰ μὴ τοῦτο γέρας σέο Περσέος ἥρπασε μήτηρ· 295
 
ἤθελον, εἴ με κόμισσας ἐν ὕδασι ταῦρος ὁδίτης
 
ὤμοις ὑμετέροισιν, ἵνα πλάζοιτο καὶ αὐτὸς
 
γνωτὸς ἐμὸς Πολύδωρος, ἀλήμονος ἅρπαγα νύμφης
 
μαστεύων, ἅτε Κάδμος, ἐμὸν Κρονίωνα φορῆα.
 
ἀλλὰ τί μοι βοέοιο γάμου τύπος ἢ νιφετοῖο; 300
 
οὐκ ἐθέλω γέρας ἶσον, ὅ περ χθονίη λάχε νύμφη.
 
Εὐρώπῃ λίπε ταῦρον, ἔα Δανάῃ χύσιν ὄμβρου·
 
Ἥρης μοῦνος ἔχει με γάμων φθόνος. εἴ με γεραίρεις,
 
παστὸν ἐμὸν κόσμησον ἐπουρανίῳ σέο πυρσῷ
 
αἰθύσσων νεφέων ἐρόεν σέλας, ἀστεροπὴν δὲ 305
 
ἕδνον ἐμῆς φιλότητος ἀπειθέι δεῖξον Ἀγαύῃ·
 
Αὐτονόη φρίξειεν ἐμῷ παρὰ γείτονι παστῷ
 
νυμφοκόμων ἀίουσα μέλος βρονταῖον Ἐρώτων,
 
σύμβολον αὐτοβόητον ἀκηρύκτων σέο λέκτρων.
 
δὸς δέ, περιπτύξαιμι φίλην φλόγα καὶ φρένα τέρψω 310
 
ἀστεροπῆς ψαύουσα καὶ ἀμφαφόωσα κεραυνούς.
 
δός μοι σῶν θαλάμων ζυγίην φλόγα· πᾶσα δὲ νύμφη
 
πυρσὸν ἔχει πομπῆα τελεσσιγάμων ὑμεναίων.
 
ἦ ῥα τεῶν γαμέων οὐκ ἄξιός εἰμι κεραυνῶν
 
Ἄρεος αἷμα φέρουσα καὶ ὑμετέρης Ἀφροδίτης; 315
 
δειλὴ ἐγώ· Σεμέλης μὲν ἔχει γάμος ὠκύμορον πῦρ
 
καὶ χθονίους λαμπτῆρας, ἐφαπτομένη δὲ κεραυνοῦ
 
καὶ στεροπῆς ψαύουσα τεὴ νυμφεύεται Ἥρη.
 
νυμφίε τερπικέραυνε, σὺ μὲν πολυφεγγέι παστῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme