Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 8

 
οἷα παρʼ Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ, 240
 
σῆμα γάμων ἔστησεν Ἀμυμώνης, ὅθι νύμφης
 
Λερναίης ἔτι χῶρος ἐπώνυμός ἐστι τριαίνης.
 
ἀλλὰ τί κικλήσκω σε παρευνέτιν ἐννοσιγαίου;
 
ποῖα Ποσειδάωνος ἔχεις σημήια λέκτρων;
 
ὑδρηλαῖς παλάμῃσι χυθεὶς ἠγκάσσατο Τυρὼ 245
 
παφλάζων δολόεντι ῥόῳ μιμηλὸς Ἐνιπεύς.
 
εἰ δὲ καί, ὡς ἐνέπεις, σέο νυμφίος ἐστὶ Κρονίων,
 
ἐλθέτω εἰς σέο λέκτρα σὺν ἱμερόεντι κεραυνῷ,
 
ἀστεροπῇ γαμίῃ κεκορυθμένος, ὄφρά τις εἴπῃ·
 
250
 
ζηλήμων περ ἐοῦσα Διὸς δάμαρ οὔ σε χαλέψει·
 
οὐ γὰρ ἐπιτρέψειε τεὸς μητρώιος Ἄρης.
 
ὀλβίη Εὐρώπη Σεμέλης πλέον, ἣν ὑπὲρ ὤμων
 
Ζεὺς κερόεις ἀνάειρε· ποθοβλήτοιο δὲ ταύρου
 
ἄβροχος ἀκροτάτοιο διʼ ὕδατος ἔτρεχε χηλή, 255
 
καὶ σκάφος ἦεν Ἔρωτος ὁ τηλίκος. ἆ μέγα θαῦμα,
 
παρθένος ἡνιόχευε τὸν αἰθέρος ἡνιοχῆα.
 
ὀλβίζω Δανάην Σεμέλης πλέον, ἧς διὰ κόλπου
 
χρύσεος ἐξ ὀρόφοιο κατέρρεεν ὑέτιος Ζεὺς
 
ἀφνειῇ ῥαθάμιγγι γυναιμανέος νιφετοῖο· 260
 
οὐ μὲν χρύσεα δῶρα μακαρτάτη ᾔτεε νύμφη·
 
εἶχε γὰρ ἕδνον Ἔρωτος ὅλον πόσιν. ἀλλά τις εἴη
 
σιγὴ ἐφʼ ἡμείων, γενέτης μὴ Κάδμος ἀκούσῃ.
 
ὥς φαμένη λίπε δῶμα καὶ ἀχνυμένην ἔτι νύμφην,
 
Ἥρης ζῆλον ἔχουσαν ἀμιμήτων ὑμεναίων, 265
 
μεμφομένην Κρονίωνι· παλιννόστῳ δὲ κελεύθῳ
 
αἰθέρος ἔνδον ἵκανε, καὶ οὐρανίῳ παρὰ θώκῳ
 
κείμενα δερκομένη Διὸς ἔντεα νόσφι φορῆος,
 
οἷά περ εἰσαΐοντα, φίλῳ μειλίξατο μύθῳ·
 
Βροντή, καὶ σὲ λέλοιπεν ἐμὸς νεφεληγερέτα Ζεύς; 270
 
τίς πάλιν ἁρπάξας σε τεὸν γύμνωσε φορῆα;
 
βροντή, ἐσυλήθης—οὐκ αἴτιός ἐστι Τυφωεύς—
 
Ἥρης ξυνὰ παθοῦσα παρήγορε· νυμφοκόμος γὰρ
 
ἡμέας ἀμφοτέρους ἀπαναίνεται ὑέτιος Ζεύς.
 
οὐ νιφετοῖς ἔτι γαῖα παλύνεται, ὑγροχύτου δὲ 275
 
ὄμβρου λειπομένου περιβόσκεται αὐχμὸς ἀρούρης
 
αὔλακα, καρπὸν ἔχων ἀχρήιον· ἀγρονόμοις δὲ
 
ἀντὶ κελαινεφέος κικλήσκεται ἀννέφελος Ζεύς.
 
ἀστεροπαί, Κρονίωνι πυρώδεα ῥήξατε φωνήν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme