Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 8

 
καὶ χλόος οἰνώπων μελέων πάρος· ἑζομένης δὲ 200
 
Ἥρης ψευδομένης δολόεν δέμας ἔτρεμε παλμῷ
 
ἀντιτύπῳ, καὶ νέρθεν ἐπὶ χθόνα κάμπτετο νεύων
 
ὤμοις θλιβομένοισι γέρων κυρτούμενος αὐχήν.
 
καὶ πρόφασιν μόγις εὗρεν· ἐπεστενάχιζε δὲ μύθῳ
 
δάκρυον εὐποίητον ἀποψήσασα προσώπου, 205
 
καὶ δολόεν κατέλεξεν ἔπος φρενοθελγέι φωνῇ·
 
Εἰπέ, πόθεν, βασίλεια, τεαὶ χλοάουσι παρειαί;
 
πῇ σέο κάλλος ἐκεῖνο; τίς εἴδεϊ σεῖο μεγαίρων
 
πορφυρέους σπινθῆρας ἀπημάλδυνε προσώπου;
 
καὶ ῥόδα τίς μετάμειψεν ἐς ὠκυμόρους ἀνεμώνας; 210
 
καὶ σὺ κατηφιόωσα τί τήκεαι; ἦ ῥα καὶ αὐτὴ
 
ἔκλυες αἴσχεα κεῖνα, τά περ βοόωσι πολῖται;
 
ἐρρέτω ἀρχεκάκων ὀλοὸν στόμα θηλυτεράων.
 
εἰπὲ δέ μοι, μὴ κρύπτε τεῆς συλήτορα μίτρης·
 
τίς σε θεῶν ἐμίηνε; τίς ἥρπασε σεῖο κορείην; 215
 
εἰ μὲν Ἄρης λαθραῖος ἐμὴν νυμφεύσατο κούρην
 
καὶ Σεμέλῃ παρίαυεν ἀφειδήσας Ἀφροδίτης,
 
ἐλθέτω εἰς σέο λέκτρα γαμήλιον ἔγχος ἀφάσσων·
 
γινώσκει μενέχαρμον ἑὸν γενέτην σέο μήτηρ.
 
εἰ δέ σοι ὠκυπέδιλος ἐκώμασε νυμφίος Ἑρμῆς 220
 
καὶ Σεμέλης διὰ κάλλος ἑὴν ἠρνήσατο Πειθώ,
 
ῥάβδον ἑὴν ὀπάσειε τεῆς αὐτάγγελον εὐνῆς,
 
ἠέ σε κοσμήσειεν ἑοῖς χρυσέοισι πεδίλοις
 
δῶρον ἄγων λεχέων σέθεν ἄξιον, ὄφρα καὶ αὐτὴ
 
εἴης χρυσοπέδιλος, ἅ περ Διὸς εὐνέτις Ἥρη. 225
 
εἰ δέ σοι οὐρανόθεν πόσις ἤλυθε καλὸς Ἀπόλλων
 
καὶ Σεμέλης ὑπʼ ἔρωτι λελασμένος ἔπλετο Δάφνης,
 
νόσφι δόλου κρυφίοιο διʼ ἠέρος εἰς σὲ χορεύσῃ
 
ἁβρὸς ἀσιγήτων ἐποχημένος ἅρματι κύκνων,
 
ἕδνα τεῆς φιλότητος ἑὴν φόρμιγγα κομίζων, 230
 
πιστὸν ἑῶν θαλάμων σημήιον· εἰσορόων γὰρ
 
Κάδμος ἐπουρανίην κιθάρην Θοίβοιο νοήσει,
 
ἣν ἴδεν αἰολόφωνον ἑῆς παρὰ δεῖπνα τραπέζης
 
Ἁρμονίης μέλπουσαν ἐπιχθονίους ὑμεναίους.
 
εἰ δὲ γυναιμανέων σε βιήσατο κυανοχαίτης, 235
 
καί σε σοφῆς προβέβουλεν ἀειδομένης Μελανίππης,
 
ἀμφαδὰ κωμάσσειε, παρὰ προπύλαια δὲ Κάδμου
 
νυμφιδίης πήξειεν ἑῆς γλωχῖνα τριαίνης,
 
ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme