Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 8

 
τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις· 360
 
μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας·
 
οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην,
 
οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης
 
Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί,
 
οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη 365
 
θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.
 
τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν
 
νήμασι Μοιριδίοισι· διʼ αἰθερίοιο δὲ κόλπου
 
ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης
 
οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς, 370
 
εἰς Σεμέλην δʼ ἐχόρευε κατηφέι χειρὶ τιταίνων
 
νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ·
 
καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ
 
Ἰσμηνὸς σελάγιζεν, ὅλη δʼ ἀμαρύσσετο Θήβη.
 
καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας 375
 
αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·
 
Πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ·
 
βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων,
 
αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ
 
δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας· οὐτιδανῶν δὲ 380
 
οὐκ ἀλέγω δαΐδων· δαΐδες δέ μοί εἰσι κεραυνοί.
 
εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη,
 
Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα·
 
Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην.
 
οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ 385
 
οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης.
 
οὐ χατέω φόρμιγγος ὀλίζονος· οὐρανίη γὰρ
 
ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.
 
ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν
 
ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης 390
 
τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν·
 
καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ
 
πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς·
 
καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ
 
Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην· 395
 
καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί·
 
κόλπου δʼ αἰθομένοιο διαθρῴσκοντα τεκούσης
 
Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ,
 
μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme