Book 7
λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη·
240
εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος,
τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο;
εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν,
μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ
οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνη
245
αἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ
ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη.
εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε—παρθενικῆς γὰρ
γλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω—,
καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην
250
λούσατο δέρμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη.
κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν·
εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ,
αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.
τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίη φάτο φωνή
255
Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ
νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης·
ἀσταθέος δʼ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς,
πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου,
πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτην
260
πλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων
ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης·
στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ
μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων·
καὶ χρόα πάντα δόκευεν· ἀθηήτοιο δὲ μούνου
265
ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου.
καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων
νηχομένῃ Σεμέλῃ συνενήχετο· θελγομένῳ δὲ
ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ
παιδὶ πατὴρ ὑπόειξεν· ἀκιδνοτάτῳ δὲ βελέμνῳ
270
βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ·
οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεντι φορῆι
ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴ
ἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ
οὐρανίη· καὶ βαιὸς Ἔρως λασιότριχι ῥινῷ,
275
αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ
βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς.
καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ
θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.