Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 7

 
εἰς κραδίην Διὸς ἦλθε παράτροπος ἔμφρονι παλμῷ, 200
 
ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ,
 
ἐσσομένου τοκετοῖο προάγγελος. ἔνθα Κρονίων
 
ἄστατον ὄμμα φέρων γαίης ὀχετηγὸν ἀνάγκης
 
παρθενικῆς ἐς ἔρωτα πόθου μαστίζετο κεστῷ·
 
καὶ Σεμέλην ὁρόων ἀνεπάλλετο, μὴ σχεδὸν ὄχθης 205
 
Εὐρώπην ἐνόησε τὸ δεύτερον· ἐν κραδίῃ δὲ
 
κάμνε πάλιν Φοίνικα φέρων πόθον· ἀγλαΐης γὰρ
 
τῆς αὐτῆς τύπον εἶχεν, ἀεὶ δέ οἱ ἀμφὶ προσώπῳ
 
πατροκασιγνήτης ἀμαρύσσετο σύγγονος αἴγλη.
 
Ζεὺς δὲ πατὴρ δολόεσσαν ἑὴν ἠλλάξατο μορφήν, 210
 
καὶ Σεμέλης διʼ ἔρωτα προώριος αἰετὸς ἔπτη
 
ὑψόθεν Ἀσωποῖο, θυγατρογόνου ποταμοῖο,
 
Αἰγίνης ἅτε μάντις ἐυπτερύγων ὑμεναίων
 
ὀξυφαὲς μίμημα φέρων ὄρνιθος ὀπωπῆς·
 
αἰθέρα δὲ προλέλοιπε καὶ ἀγχιπόρου σχεδὸν ὄχθης 215
 
γυμνὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε κούρης·
 
οὐ γὰρ ἰδεῖν μενέαινεν ἀπόπροθεν, ἀλλὰ δοκεύειν
 
ἀγχιφανὴς πάνλευκον ὅλον δέμας ἤθελε νύμφης,
 
ὅττι τόσον καὶ τοῖον ἀτέρμονα πάντοθι πέμπων
 
ὀφθαλμὸν περίμετρον, ὅλου θηήτορα κόσμου, 220
 
ἄρκιον οὐ δοκέεσκεν ἰδεῖν μίαν ἄζυγα κούρην.
 
καὶ ῥοδέοις μελέεσσιν ἐφοινίχθη μέλαν ὕδωρ,
 
καὶ ῥόος ἱμερόεις ποταμήιος ἔπλετο λειμὼν
 
ἀστράπτων Χαρίτεσσιν· ὀπιπεύουσα διὰ νύμφην
 
νηιὰς ἀκρήδεμνος ἀνήρυγε θαύματι φωνήν· 225
 
Μὴ προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ
 
μήδεα πατρὸς ἔτεμνεν, ἕως πάλιν ἀφρὸς ἐχέφρων
 
εἰς τόκον αὐτοτέλεστον ἄγων μορφούμενον ὕδωρ
 
ὁπλοτέρην ὤδινε θαλασσαίην Ἀφροδίτην;
 
μὴ ποταμὸς μετὰ πόντον ὁμοζήλοισι λοχείαις 230
 
κύματος αὐτογόνοιο λεχώιον ὁλκὸν ἑλίσσων
 
ἄλλην Κύπριν ἔτικτε, καὶ οὐχ ὑπόειξε θαλάσσῃ;
 
μὴ μία Μουσάων τις ἐμὸν πατρώιον ὕδωρ
 
γείτονος ἐξ Ἑλικῶνος ἐδύσατο, καί τινι πηγῆς
 
Πηγασίδος προλέλοιπε μελισταγὲς ἵππιον ὕδωρ 235
 
ἢ ῥόον Ὀλμειοῖο; τιταινομένην δὲ ῥεέθροις
 
παρθένον ἀργυρόπεζαν ἔσω ποταμοῖο δοκεύω·
 
πείθομαι, ὡς ἐθέλουσα μολεῖν ἐπὶ Λάτμιον εὐνὴν
 
εἰς λέχος Ἐνδυμίωνος, ἀκοιμήτοιο νομῆος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme