Book 7
τέτρατος εἰς Δανάην καλέει χρύσειον ἀκοίτην·
120
πέμπτος ἐπεντύνει Σεμέλῃ φλογεροὺς ὑμεναίους·
αἰετὸν Αἰγίνῃ πρόμον αἰθέρος ἕκτος ὀπάζει·
ἕβδομος Ἀντιόπην Σατύρῳ δολόεντι συνάπτει·
ὄγδοος ἔμφρονα κύκνον ἄγει γυμνόχροϊ Λήδῃ·
εἴνατος ἵππια λέκτρα φέρει Περραιβίδι Δίῃ·
125
θέλγεται Ἀλκμήνης δεκάτῳ τρισέληνος ἀκοίτης·
ἑνδέκατος μεθέπει νυμφεύματα Λαοδαμείης·
δωδέκατος τρισέλικτον Ὀλυμπιάδος πόσιν ἕλκει.
ἀλλʼ ὅτε πάντας ὄπωπεν Ἔρως στοιχηδὸν ἀφάσσων,
ἄλλους μὲν μεθέηκε πυριγλώχινας ὀιστούς,
130
χειρὶ δὲ πέμπτον ἄειρε καὶ ἥρμοσεν αἴθοπι νευρῇ
κισσὸν ἐπὶ γλωχῖνι βαλὼν πτερόεντος ὀιστοῦ,
δαίμονος ἀμπελόεντος ἵνα στέφος ἅρμενον εἴη,
νεκταρέου κρητῆρος ὅλον βέλος ἰκμάδι βάψας,
νεκταρέην ἵνα Βάκχος ἀεξήσειεν ὀπώρην.
135
ὄφρα μὲν εἰς Διὸς οἶκον Ἔρως κουφίζετο παλμῷ,
τόφρα δὲ καὶ Σεμέλη ῥοδοειδέι σύνδρομος ὄρθρῳ
ἀργυρέης ἐτίταινε διʼ ἄστεος ἦχον ἱμάσθλης
ἡμιόνους ἐλάουσα, καὶ ὄρθιος ἄκρα κονίης
λεπτὸς ἐυκνήμιδος ἐπέγραφεν ὁλκὸς ἀπήνης·
140
ὄμμασι γὰρ Ληθαῖον ἀμεργομένη πτερὸν Ὕπνου
ἀντιτύπῳ πόμπευεν ἀλήμονα θυμὸν ὀνείρῳ
θέσφατα ποικίλλοντι, καὶ ἀρτιγόνοισι κορύμβοις
ἔλπετο καλλιπέτηλον ἰδεῖν φυτὸν ἔνδοθι κήπου
ἔγχλοον, οἰδαλέῳ βεβαρημένον ὄμφακι καρπῷ,
145
νιφόμενον Κρονίωνος ἀεξιφύτοισιν ἐέρσαις·
ἐξαπίνης δὲ πεσοῦσα διʼ αἰθέρος οὐρανίη φλὸξ
δένδρον ὅλον πρήνιξεν, ἑοῦ δʼ οὐχ ἥπτετο καρποῦ·
ἀλλά μιν ἁρπόξας τανυσίπτερος ὄρνις ἀλήτης
ἡμιτελῆ χατέοντα τελεσσιγόνοιο λοχείης
150
ὤρεγε μὲν Κρονίωνι· πατὴρ δέ μιν ἡδέι κόλπῳ
δέκτο λαβών, μηρῷ δὲ συνέρραφεν· ἀντὶ δὲ καρποῦ
ταυροφυὴς κερόεντι τύπῳ μορφούμενος ἀνὴρ
αὐτοτελὴς βλάστησεν ὑπὲρ βουβῶνα τοκῆος·
καὶ Σεμέλη φυτὸν ἦεν, ὑπερφρίσσουσα δὲ κούρη
155
ἐκ λεχέων ἀνέπαλτο καὶ ἐπτοίησε τοκῆα
εὐπετάλων ἐνέπουσα σελασφόρον ἀτμὸν ἀνείρων.
καὶ Σεμέλης δεδόνητο φυτόν πυρίκαυτον ἀκούων
Κάδμος ἄναξ· καλέσας δὲ θεηγόρον υἷα Χαρικλοῦς