Book 7
ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν.
ἤδη δʼ ἀενάοιο βίου παλιναυξέι καρπῷ
ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας
ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς·
καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης,
καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ
5
ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ.
ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη
ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης.
καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν
ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών·
10
οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας
Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ,
ἀνδρομέης ἄμπαυμα μεληδόνος· οὐ τότε λοιβὴ
ἠερίους ἐμέθυσσε πόρους εὐώδεϊ καπνῷ
οἰνοβαφής, στεφάνους δὲ θεῶν λειμωνίδι ποίῃ
15
θυγατέρες λυκάβαντος ἀτερπέες ἔπλεκον Ὧραι·
οἴνου γὰρ χρέος ἦεν· ἀβακχεύτου δὲ χορείης
ἡμιτελὴς ἀνόνητος ἔην χάρις· ἀγρομένων γὰρ
ὄμματα μοῦνον ἔθελγεν, ὅτε στροφάδεσσιν ἐρωαῖς
ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν,
20
νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν.
ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην
αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης,
ἱκεσίης ὀρέγεν κεχαλασμένον ὁλκὸν ὑπήνης,
εἶχε λιτάς· δαπέδῳ δὲ καθελκομένοιο καρήνου
25
ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν·
καὶ ποδὸς ὀκλάζοντος ἀτέρμονα χεῖρα τιταίνων
ἀενάου βιότοιο γέρων ἐφθέγξατο ποιμήν·
Ζεῦ ἄνα, καὶ σὺ δόκευε κατηφέος ἄλγεα κόσμου.
οὐχ ὁράᾳς, ὅτι γαῖαν ὅλην οἴστρησεν Ἐνυὼ
30
ὥριον ἀμώουσα ταχυφθιμένης στάχυν ἥβης;
οὔ πω λείψανα κεῖνα παρήλυθεν, ἐξ ὅτε φωτῶν
ἔκλυσας ἔθνεα πάντα, καί ἠερίου ῥόος ὄμβρου
ἠέρα κυμαίνων ἐπεπάφλασε γείτονι Μήνῃ.
χαιρέτω ὠκυμόρων μερόπων βίος, ὧν ἐπὶ πότμῳ
35
οὐρανίους οἴηκας ἀναίνομαι οὐκέτι κόσμου
πεῖσμα κυβερνήσω· μακάρων δέ τις ἄλλος ἀρείων
πηδάλιον βιότοιο παλιννόστοιο δεχέσθω·
ἄλλος ἐμῶν ἐτέων ἐχέτω δρόμον· αἰνοπαθὲς γὰρ