Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 6

 
μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω· 320
 
ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς.
 
καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν.
 
οὐκέτι μαστεύω Σικελὴν ἅλα· τοσσατίου γὰρ
 
τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.
 
εἶπε, καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους. 325
 
πυκνά δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο
 
πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος· οὐδέ τις ἀγκὼν
 
ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης,
 
οὐ τότε Πήλιον ἄκρον· ὑπὸ τριλόφῳ δὲ κολώνῃ
 
Τυρσηνὸς κελάδησεν· ἱμασσομένοιο δὲ πόντου 330
 
Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι
 
ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ
 
μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις·
 
ζώνῃ δʼ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης
 
κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη 335
 
μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων·
 
ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ
 
λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ.
 
καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ
 
Ἀλφειῷ δυσέρωτι συνήντετο Νεῖλος ἀλήτης, 340
 
ὧν ὁ μὲν εὐκάρποιο διʼ αὔλακος ἤθελεν ἕρπειν
 
τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
 
ὅς δὲ παραΐξας προτέρην ὁδὸν ἠθάδος ἄγρης
 
ἀχνύμενος πεφόρητο· συνερπύζοντα δὲ λεύσσων
 
Πύραμον ἱμερόεντα τόσην ἀνενείκατο φωνήν· 345
 
Νεῖλε, τί κεν ῥέξαιμι καλυπτομένης Ἀρεθούσης;
 
Πύραμε, τί σπεύδεις; τίνι κάλλιπες ἠθάδα Θίσβην;
 
ὄλβιος Εὐφρήτης, ὅτι μὴ λάχε κέντρον Ἐρώτων.
 
ζῆλον ἔχω καὶ δεῖμα μεμιγμένον· ὑδατόεις γὰρ
 
ἱμερτῇ παρίαυε τάχα Κρονίδης Ἀρεθούσῃ· 350
 
δείδια, μὴ προχοῇσι τεὴν νυμφεύσατο Θίσβην.
 
Πύραμος, Ἀλφειοῖο παραίφασις, ἡμέας ἄμφω
 
οὐ Διὸς ὄμβρος ὄρινεν, ὅσον βέλος ἀφρογενείης.
 
ἕσπεό μοι φιλέοντι,
 
ἴχνια μαστεύσω, σὺ δέ, Πύραμε, δίζεο Θίσβην. 355
 
ἀλλʼ ἐρέεις, ὅτι γαῖα τινάσσεται, ὅττι χαλέπτει
 
οὐρανός, ὅττι θάλασσα βιάζεται, ὅττι καὶ αὐτὸς
 
ἄπλοος ἀφριόωντι ῥόῳ κυμαίνεται αἰθήρ·
 
οὐκ ἀλέγω νιφετοῖο μεμηνότος. ἆ μέγα θαῦμα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme