Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 6

 
ὕδασι τυμβεύοντο, πολὺς δέ τις ἄλλος ἐπʼ ἄλλῳ 280
 
πλώετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ·
 
καὶ νιφετῷ κελάδοντι κεχηνότος ἀνθερεῶνος
 
χανδὸν ἀπὸ σκοπέλοιο πιὼν ὀρεσίδρομον ὕδωρ
 
πῖπτε λέων, πέσε κάπρος. ὁμοζεύκτῳ δὲ ῥεέθρῳ
 
λίμναι ὁμοῦ ποταμοῖσι, Διὸς ῥόος, ὕδατα πόντου 285
 
ἀλλήλοις κεκέραστο, καὶ εἰν ἑνὶ τέσσαρες αὖραι
 
συμμιγέων ἀνέμων ἐπεμάστιον ἄκριτον ὕδωρ.
 
καὶ διερὴν χθόνα πᾶσαν ἰδὼν ὑπὸ μείζονι παλμῷ
 
μοῦνον ἀπειλητῆρι τινασσομένην Διὸς ὄμβρῳ
 
πόντιος ἐννοσίγαιος ἑὴν ἔρριψεν ἀκωκὴν 290
 
ἀσχαλόων, τίνα γαῖαν ἀνοχλίσσειε τριαίνῃ.
 
Νηρεΐδων δὲ φάλαγγες ἐπέπλεον ἄβροχον Ludwich later restored ὕδωρ·
 
καὶ χλοερῆς Θέτιν εἶχεν ἐπʼ ἰξύος ὑγρὸς ὁδίτης,
 
τρίτων εὐρυγένειος, ἐπʼ ἰχθυόεντι δὲ νώτῳ
 
πομπίλον ἡνιόχευεν ἐν ἠέρι φοιτὰς Ἀγαύη, 295
 
καὶ λόφον ὑδατόεντι φέρων κυκλούμενον ὁλκῷ,
 
Δωρίδα κουφίζων, μετανάστιος ἔτρεχε δελφίς.
 
καὶ βυθίη φάλλαινα περισκαίρουσα κολώναις
 
πλάζετο, μαστεύουσα χαμευνάδος ἄντρα λεαίνης.
 
καὶ τότε κυματόεσσαν ἰδὼν ὑπὸ γείτονα πέτρην 300
 
νηχομένην Γαλάτειαν ἀνίαχε μυδαλέος Πάν·
 
Πῇ φέρεαι, Γαλάτεια, διʼ οὔρεος ἀντὶ θαλάσσης;
 
μὴ τάχα μαστεύεις ἐρατὴν Κύκλωπος ἀοιδήν;
 
πρὸς Παφίης λίτομαί σε καὶ ὑμετέρου Πολυφήμου,
 
μὴ κρύψῃς δεδαυῖα βαρὺν πόθον, εἰ παρὰ πέτραις 305
 
νηχομένην ἐνόησας ἐμὴν ὀρεσίδρομον Ἠχώ.
 
ἦ ῥά σοι ἶσον ἔχει διεπὸν δρόμον; ἦ ῥα καὶ αὐτὴ
 
ἑζοθένη δελφῖνι θαλασσαίης Ἀφροδίτης,
 
ὡς Θέτις ἀκρήδεμνος, ἐμὴ ναυτίλλεται Ἠχώ;
 
δείδια, μή μιν ὄρινε δυσάντεα κύματα πόντου· 310
 
δείδια, μή μιν ἔκευθε μέγας ῥόος· ὣς ἄρα δειλὴ
 
ἄστατος ἐν πελάγεσσι μετʼ οὔρεα κύματα βαίνει·
 
ἥ ποτε πετρήεσσα φανήσεται ὑδριὰς Ἠχώ.
 
ἀλλὰ τεὸν Πολύφημον ἔα βραδύν· ἢν ἐθελήσῃς,
 
αὐτὸς ἐμοῖς ὤμοισιν ἀερτάζων σε σαώσω· 315
 
οὔ με κατακλύζει κελάδων ῥόος· ἢν ἐθελήσω,
 
ἴχνεσιν αἰγείοισιν ἐλεύσομαι εἰς πόλον ἄστρων.
 
ὥς φαμένῳ Γαλάτεια τόσην ἀντίαχε φωνήν·
 
Πὰν φίλε, σὴν ἀνάειρε διʼ οἴδματος ἄπλοον Ἠχώ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme