Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 6

 
σείων δαυλὰ γένεια· παρισταμένων δὲ θυρέτρῳ 160
 
εὔνασεν ἰσοτύπων πεφορημένος ὄμμα δρακόντων
 
καὶ γαμίαις γενύεσσι δέμας λιχμάζετο κούρης
 
μείλιχος. αἰθερίων δὲ δρακοντείων ὑμεναίων
 
Περσεφόνης γονόεντι τόκῳ κυμαίνετο γαστήρ,
 
Ζαγρέα γειναμένη, κερόεν βρέφος, ὃς Διὸς ἕδρης 165
 
μοῦνος ἐπουρανίης ἐπεβήσατο, χειρὶ δὲ βαιῇ
 
ἀστεροπὴν ἐλέλιζε νεηγενέος δὲ φορῆος
 
νηπιάχοις παλάμῃσιν ἐλαφρίζοντο κεραυνοί.
 
οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον· ἀλλά ἑ γύψῳ
 
κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου 170
 
δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης
 
Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ
 
ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ.
 
ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ
 
τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν 175
 
ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων,
 
πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων,
 
πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων·
 
ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ
 
εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων 180
 
ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου·
 
πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων
 
φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ,
 
ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις,
 
ἀμφελελιζομένης λασιότριχος ὑψόθι νώτου 185
 
αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῆς·
 
ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου
 
ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ
 
ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ,
 
καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ· 190
 
ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης
 
ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης,
 
γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος,
 
καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ
 
ὁρμὸν ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας· 195
 
καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσας
 
τίγρις ἔην, στίξας δέμας αἰόλον· ἄλλοτε ταύρῳ
 
ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων
 
θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme