Book 6
εὖρος ἐῳνοχόει, προχόῳ δʼ ἐπιδόρπιον ὕδωρ
40
εἶχε Νότος, Βορέης δὲ φέρων ἐπέθηκε τραπέζῃ
ἀμβροσίην, Ζέφυρος δὲ περιθλίβων θρόον αὐλοῦ
εἰαρινοῖς δονάκεσσι μελίζετο θῆλυς Ἀήτης·
καὶ στεφάνους ἔπλεξεν Ἑωσφόρος ἄνθεα δήσας
ὀρθρινοῖς κομόωντα δροσιζομένοισι κορύμβοις·
45
καὶ νυχίου λαμπτῆρος ἐθήμονα πυρσὸν ἀείρας
ἕσπερος ὀρχηστῆρι ποδῶν ἐλελίζετο ταρσῷ
πάλλων καμπύλον ἴχνος, ἐπεὶ πέλε πομπὸς Ἐρώτων,
καὶ σκαρθμῷ μεμέλητο χοροπλεκέων ὑμεναίων.
ἀλλʼ ὅτε δὴ μετὰ δαῖτα θεὰ κεκόρητο χορείης
50
σεισαμένη βαρὺ κέντρον ἀμερσινόοιο μερίμνης,
μαντοσύνην ἐρέεινε, φιλοστόργου δὲ γεραιοῦ
λαιῇ μὲν παλάμῃ γονάτων θίγε, λισσομένη δὲ
δεξιτερῇ ψαύεσκε βαθυσμήριγγος ὑπήνης·
καὶ πολέας μνηστῆρας ἑῆς μυθήσατο κούρης
55
θέσφατα μαστεύουσα παρήγορα· μαντοσύναι γὰρ
ἐλπίσιν ἐσσομένῃσιν ὑποκλέπτουσιν ἀνίας.
οὐδὲ γέρων Ἀστραῖος ἀναίνετο· μουνοτόκου δὲ
κούρης ἀρτιλόχευτα γενέθλια μέτρα νοήσας
καὶ χρόνον οὐ πταίοντα καὶ ἀπλανέος δρόμον Ὥρης
60
ἀρχεγόνου, κάμψας δὲ μετάτροπα δάκτυλα χειρῶν
ἀμφὶ παλιννόστοιο μετήλυδα κύκλον ἀριθμοῦ
ἐκ παλάμης παλάμῃ διεμέτρεε δίζυγι παλμῷ·
καί οἱ κεκλομένῳ θεράπων εὔκυκλον ἀείρας
σφαῖραν ἑλισσομένην, τύπον αἰθέρος, εἰκόνα κόσμου,
65
Ἀστερίων παρέθηκε λαβὼν ἐπὶ πώματι χηλοῦ.
ἔνθα γέρων πεπόνητο, καὶ ἄξονος ἄκρον ἑλίσσων
ζῳδιακὸν περὶ κύκλον ἑὴν ἐτίταινεν ὀπωπὴν
λεύσσων ἔνθα καὶ ἔνθα καὶ ἀπλανέας καὶ ἀλήτας·
καὶ πόλον ἀμφελέλιζε· πολυστροφάλιγγι δὲ ῥιπῇ
70
εἰς δρόμον ἀστήρικτον ἀτέρμονι κάμπτετο νύσσῃ
ἄστρασι ποιητοῖσι νόθος κυκλούμενος αἰθήρ,
ἄξονι μεσσατίῳ τετορημένος· εὗρε δὲ δαίμων
σφαῖραν ἰδὼν στεφανηδόν, ὅτι πλήθοντι προσώπῳ
ἀγκύλα συνδέσμοιο διέτρεχε νῶτα Σελήνη,
75
καὶ Φαέθων ἰσόμοιρος ἔην ἀντώπιδι Μήνῃ
κέντρῳ ὑποχθονίῳ πεφορημένος, ἀχλυόεις δὲ
κῶνος ἀερσιπότητος ἀπὸ χθονὸς ὀξὺς ἀνέρπων
ἀντίτυπον Φαέθοντος ὅλην ἐκάλυψε Σελήνην·