Book 5
φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης,
320
καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή,
καὶ λάσιον δέμας εἶχεν· ἀελλήεντι δὲ νεβρῷ
εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος· ὠκυπόρῳ δὲ
ἔτρεχεν ἀξείνοιο διʼ οὔρεος ἅλματι χηλῆς,
θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφθῆ δὲ
325
οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον· ἀχνυμένης γὰρ
νεύμασιν ἀτρέπτοισι βαρύφρονος ἰοχεαίρης
φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης
νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων,
ψευδομένῃ δʼ ἐλάφοιο παραπλαγχθέντες ὀπωπῇ
330
στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσῃ.
καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις
ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῷ
δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξῃ
ὀξυτέραις ὀδύνῃσιν· ὑπὸ βροτέῃ δὲ μενοινῇ
335
πότμον ἑὸν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·
Ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου
γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης·
οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπῳ
ὑμετέρῳ προβλῶτες ἐπῃώρηντο κεραῖαι·
340
ζώεις σῶν βλεφάρων ὀλέσας φάος· ὑμετέρων δὲ
ὀφθαλμῶν ἀμάρυγμα νόῳ μετέθηκεν Ἀθήνη·
χώεται ἰοχέαιρα κακώτερα Τριτογενείης.
αἴθέ μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ
ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη,
345
αἴθε νόον μετάμειψεν, ἅ περ δέμας· ἀλλοφυὴς γὰρ
μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω.
σφωιτέρῳ πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρῳ;
ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν.
μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον· ὀλλύμενος δὲ
350
ὀφρύσι θηρείῃσιν ἐχέφρονα δάκρυα λείβω.
ἄγριοι ἄρτι γένεσθε κύνες πλέον· οὔ ποτε τόσσον
ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων.
αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι,
ναί, λίτομαι, καὶ θῆρες ὁμοίιον· εἰπέ, Κιθαιρών,
355
Αὐτονόῃ, τά περ εἶδες, Ἀρισταίῳ δὲ τοκῆι
δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν
καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης,
αὐτὸς ἐμαῖς παλάμῃσιν ἐμοὺς ἔθρεψα φονῆας.