Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 5

 
ποικίλος ἑσμὸς ἵκανε περικτιόνων ἐπικούρων. 40
 
καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν Ἐνυῷ
 
φύλοπιν ὠδίνουσα· συνερχομένων δὲ κυδοιμῷ
 
τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ,
 
καὶ βέλος ἐρροίζησεν, ἐπʼ ὀμφαλόεντι δέ κύκλῳ
 
βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη. 45
 
καὶ κταμένων ῥέεν αἷμα· πολὺς δʼ ἐπὶ φορβάδι γαίῃ
 
ἡμιθανής προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ.
 
καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ·
 
λῦτο δʼ ἀγών. Φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ
 
Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης. 50
 
πολλαὶ δʼ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων
 
αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων
 
ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ·
 
πολλαὶ δʼ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ
 
ἔμμοροι ἐν χόρτοισιν ἐμετρήθησαν ἀγυιαί. 55
 
καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης
 
κάλλεϊ λαϊνέῳ· καὶ ἐποίπνυεν ἄλλος ἐπʼ ἄλλῳ
 
γειοτόμῳ γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην
 
ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμῃ
 
Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι, 60
 
ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών.
 
καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν
 
τορνώσας κανόνεσσιν· ἐπʼ ἀρρήκτοις δὲ δομαίοις
 
ἑπταπόρῳ πυλεῶνι περίδρομον ἄστυ χαράξας
 
οὐρανὸν ἑπτάζωνον ἑῇ μιμήσατο τέχνῃ, 65
 
ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσας
 
πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον. οὐρανίοις δὲ
 
ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις
 
ἰσοτύπους· πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας
 
Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνῃ 70
 
ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴ
 
ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη
 
τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη·
 
δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης
 
δῶκε γέρας πυλεῶνα· διαγράψας δὲ τετάρτην 75
 
Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντος
 
σύγχροος Ἠλέκτρης ἀμαρύσσεται ὄρθριος αἴγλη,
 
ἠελίῳ πυρόεντι πύλην ἀντώπιον Ἠοῦς
 
μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme