Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 5

 
παιδοκόμος Βρομίοιο φερέσβιος· ἀμφοτέροις γὰρ 560
 
μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσῳ.
 
καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις·
 
ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν,
 
ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου,
 
αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς, 565
 
ὃν τέκε Περσεφόνεια δρακοντείῃ Διὸς εὐνῇ
 
σύγγαμος οὐδαίοιο μελαγχλαίνου βασιλῆος,
 
Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν,
 
μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
 
Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην 570
 
κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
 
παιδὶ μιῇ θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης
 
Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων
 
δωροφόροι· μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς
 
ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς, 575
 
ὤρεγε δʼ ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων,
 
καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης
 
ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ
 
Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου
 
ποικίλον ὁρμὸν ἔτεινε πολύχροον ἀμφιγυήεις· 580
 
ἤδη γὰρ προτέρην ἀέκων ἠρνήσατο νύμφην
 
Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην·
 
δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων,
 
ἀγγελίῃ Φαέθοντος ἀραχναίῳ τινὶ δεσμῷ
 
γυμνῇ γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτῃ. 585
 
Ζεύς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείῃ·
 
καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην
 
ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων,
 
Περσεφόνης ἀκόρητος· ὑπὸ κραδίην δέ οἱ αἰεὶ
 
λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης· 590
 
καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῷ
 
ἐξ ὀλίγου σπινθῆρος· ἐπʼ εὐκόλπῳ δὲ θεαίνῃ
 
Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί.
 
καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη
 
κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτῳ δὲ 595
 
σιγαλέῳ κήρυκι τύπον πιστώσατο μορφῆς
 
ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρῳ,
 
μιμηλὴν δʼ ἐγέλασσεν ἐς εἰκόνα· Περσεφόνη δὲ
 
αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme