Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 5

 
ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν, 520
 
μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι.
 
ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ,
 
δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο, τόξα καὶ ἰοὺς
 
πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων.
 
ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις 525
 
τέρπεται ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει.
 
ζωότυπον δʼ ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ
 
στικτὸν ἐμὸν νόθον εἶδος ἀπʼ αὐχένος εἰς πόδας ἄκρους·
 
μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,
 
πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν. 530
 
μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον· οὐ δύναται γάρ
 
δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτης.
 
εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ
 
ᾤχετο πωτήεσσα· καὶ Αὐτονόης παρακοίτης
 
ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου. 535
 
ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας
 
πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν,
 
καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων.
 
καὶ γόος ἔπλετο μᾶλλον· Ἀρισταίοιο δὲ νύμφη
 
ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ 540
 
πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης·
 
καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων
 
κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν
 
ἰοδόκην καὶ τόξον ἐρημαίῳ παρὰ δένδρῳ.
 
ὀστέα δʼ ἔνθα καὶ ἔνθα χυτῇ μεμερισμένα γαίῃ, 545
 
λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ,
 
καὶ φιλίῃ παλάμῃ γλυκερὴν πήχυνε κεραίην,
 
καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ.
 
ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ,
 
πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι 550
 
ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή.
 
ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρῳ,
 
τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη
 
γηγενέος θρασὺν υἷα θεημάχον· ἀρτιφάτου δὲ
 
πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς. 555
 
καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους
 
εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ·
 
αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην
 
ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme