Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 5

 
τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ 480
 
ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης.
 
ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ
 
Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
 
λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ
 
ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη 485
 
χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις·
 
φαίης δʼ, ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο
 
ἑσπερίη σελάγιζε διʼ ὕδατος ὄμπνια Μήνη.
 
νηιάδες δʼ ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ
 
σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ 490
 
νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην.
 
καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς·
 
ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ,
 
καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς
 
ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη, 495
 
καὶ κύνες ἀγρευτῆρες ὁμῶς ἐχάραξαν ὀδόντας.
 
σιγήσω τόδε πάντα· τί δεύτερον ἄλγος ἐνίψω;
 
μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω.
 
πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται
 
λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα 500
 
πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ
 
οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ,
 
ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω
 
πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ
 
ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου, 505
 
εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,
 
εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης
 
τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δʼ ἤλλαξε φαρέτρην.
 
ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·
 
οὐ κύνες Ὠρίωνα κυνοσσόον 510
 
σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.
 
δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη·
 
εἰσαΐων δʼ, ὅτι Φοῖβος, ἀδελφεὸς ἰοχεαίρης,
 
Κυρήνῃ παρίαυεν, ἐμὸν δʼ ἔσπειρε τοκῆα,
 
Αρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν. 515
 
καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς
 
ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,
 
καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,
 
ὠισάμην, ὅτι τοῖος ἔην νόος ἰοχεαίρης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme