Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 5

 
Νηιάδας· δεδάασι δʼ ἐμαὶ δρύες· ἰσοτύπους δὲ 440
 
θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας.
 
ἀλλά, πάτερ, πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ
 
πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας,
 
παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ
 
θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς. 445
 
τίς δὲ κύων ἐλάθου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ
 
νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ
 
κυκλάδας ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας,
 
καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ
 
δάκρυα μὲν προχέουσιν ἐχέφρονα, καὶ ποσὶν ἄκροις 450
 
δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ δεσμῷ
 
ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ
 
πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ.
 
ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ
 
δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου, 455
 
οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας
 
ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς,
 
καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην·
 
 
460
 
τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη·
 
 
 
 
465
 
 
τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι.
 
πολλάκι δʼ Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι·
 
 
470
 
 
 
ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω.
 
θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης·
 
δειλὸς ἐγώ· φυλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσας 475
 
πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης
 
Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων.
 
ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων
 
Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας ἰοχεαίρης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme