Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 48

 
δαίμονος εὐώδινος ἕσαν Κυβεληίδες αὐλαί. 240
 
ἐνθάδε θηρεύουσα παρὰ σφυρὰ Δίνδυμα πέτρης
 
Ῥυνδακὶς οὐρεσίφοιτος ἀέξετο παρθένος Αὔρη,
 
εἰσέτι νῆις Ἔρωτος, ὁμόδρομος ἰοχεαίρης,
 
ἀπτολέμων φεύγουσα νοήματα παρθενικάων,
 
Ἄρτεμις ὁπλοτέρη Ληλαντιάς, ἥν ποτε Τιτὴν 245
 
νυμφεύσας Περίβοιαν ἀπόσπορον Ὠκεανοῖο
 
πρεσβυγενὴς Λήλαντος ἀελλόπον ἤροσε κούρην,
 
κούρην ἀντιάνειραν, ἀπειρήτην Ἀφροδίτης.
 
ἡ μὲν ἀνεβλάστησεν ὑπέρτερος ἥλικος ἥβης,
 
ἱμερτὴ ῥοδόπηχυς, ἀεὶ χαίρουσα κολώναις· 250
 
πολλάκι δʼ ἀγρώσσουσα κατέτρεχε λυσσάδος ἄρκτου,
 
καὶ δόρυ θοῦρον ἔπεμπε καταιχμάζουσα λεαίνης,
 
οὐ κεμάδας κτείνουσα καὶ οὐ βάλλουσα λαγωούς·
 
ἀλλὰ δαφοινήεσσαν ἐλαφρίζουσα φαρέτρην
 
ὠμοβόρων τόξευεν ὀρίδρομα φῦλα λεόντων 255
 
θηροφόνοις βελέεσσιν· ἐπωνυμίῃ δὲ καὶ ἔργῳ
 
ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις.
 
καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ
 
παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης·
 
καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης 260
 
κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ δάφνης
 
εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων
 
ἱμερτήν ἐνόησε προμάντιος ὄψιν ὀνείρου,
 
ὅττι θεός πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ
 
θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης, 265
 
οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν·
 
παιδὶ δὲ θηρεύοντι συνέμπορος υἱέι Μύρρης
 
Κύπρις ἔην γελόωσα· καὶ ἵστατο παρθένος Αὔρη,
 
Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου
 
ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην· 270
 
αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς
 
βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου,
 
ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ
 
θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ·
 
παρθενικὴ δʼ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτήν 275
 
πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ
 
μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃ
 
ληιδίης, γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης,
 
τοῖον ἔπος βοόων· στεφανηφόρε μῆτερ Ἐρώτων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme