Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 48

 
δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην·
 
καὶ θεὸν ἱλάσκοντο μεθʼ υἱέα Περσεφονείης,
 
καὶ Σεμέλης μετὰ παῖδα, θυηπολίας δὲ Λυαίῳ
 
ὀψιγόνῳ στήσαντο καὶ ἀρχεγόνῳ Διονύσῳ,
 
καὶ τριτάτῳ νέον ὕμνον ἐπεσμαράγησαν Ἰάκχῳ. 965
 
καὶ τελεταῖς τρισσῇσιν ἐβακχεύθησαν Ἀθῆναι·
 
καὶ χορὸν ὀψιτέλεστον ἀνεκρούσαντο πολῖται
 
Ζαγρέα κυδαίνοντες ἅμα Βρομίῳ καὶ Ἰάκχῳ.
 
οὐδὲ Κυδωναίων ἐπελήσατο Βάκχος Ἐρώτων,
 
ἀλλὰ καὶ ὀλλυμένης προτέρης ἐμνήσατο νύμφης· 970
 
καὶ Στέφανον περίκυκλον ἀποιχομένης Ἀριάδνης
 
μάρτυν ἑῆς φιλότητος ἀνεστήριξεν Ὀλύμπῳ,
 
ἄγγελον οὐ λήγοντα φιλοστεφάνων ὑμεναίων.
 
καὶ θεὸς ἀμπελόεις πατρώιον αἰθέρα βαίνων
 
πατρὶ σὺν εὐώδινι μιῆς ἔψαυσε τραπέζης, 975
 
καὶ βροτέην μετὰ δαῖτα, μετὰ προτέρην χύσιν οἴνου
 
οὐράνιον πίε νέκταρ ἀρειοτέροισι κυπέλλοις,
 
σύνθρονος Ἀπόλλωνι, συνέστιος υἱέι Μαίης.
← Previous 25 / 25

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme