Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 48

 
καὶ πάις ἀρτιλόχευτος ἐνὶ στροφάλιγγι κονίης
 
ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ·
 
καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ,
 
δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης
 
ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης 925
 
παρθένος ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην
 
παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ.
 
καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης
 
μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη,
 
ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς, 930
 
Σαγγαρίου σχεδὸν ἦλθεν· ὀπισθοτόνῳ δʼ ἅμα τόξῳ
 
εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην,
 
καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ
 
ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς,
 
καὶ ῥοθίοις ποταμοῖο καλύπτετο· τὴν δὲ Κρονίων 935
 
εἰς κρήνην μετάμειψεν· ὀρεσσιχύτοιο δὲ πηγῆς
 
μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται,
 
καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο
 
ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή,
 
καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί, 940
 
καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο
 
εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη.
 
καὶ χόλον ἰοχέαιρα κατεύνασεν· ἀμφὶ δὲ λόχμῃ
 
ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου
 
ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης, 945
 
πήχεϊ κουφίζουσα νόθον βάρος· αἰδομένη δὲ
 
ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ.
 
Νικαίῃ δʼ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ·
 
ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς
 
παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν 950
 
κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου
 
νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος
 
Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ,
 
εὔια παππάζοντα· θεὰ δέ μιν ἔνδοθι νηοῦ
 
Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ· 955
 
παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς,
 
αὐτοχύτῳ στάζοντα νόθον γλάγος ὄμφακι μαζῷ.
 
καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις·
 
ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃ
 
νύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ 960

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme