Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 48

 
πρὸς Τελετῆς λίτομαί σε, χοροπλεκέος σέο κούρης, 880
 
σπεῦσον ἀερτάζειν ἐμὸν υἱέα, μή μιν ὀλέσσῃ
 
τολμηραῖς παλάμῃσιν ἐμὴ δυσμήχανος Αὔρη·
 
οἶδα γάρ, ὡς διδύμων βρεφέων ἔνα παῖδα δαμάσσει
 
ἄσχετα λυσσώουσα· σὺ δὲ χραίσμησον Ἰάκχῳ·
 
ἔσσο φύλαξ ὠδῖνος ἀρείονος, ὄφρά κεν εἴη 885
 
σὴ Τελετὴ θεράπαινα καὶ υἱέι καὶ γενετῆρι.
 
ὣς εἰπὼν παλίνορσος ἐχάζετο Βάκχος ἀγήνωρ,
 
κυδιόων Φρυγίοισιν ἐπʼ ἀμφοτέροις ὑμεναίοις
 
πρεσβυτέρης ἀλόχοιο καἰ ὁπλοτέρης περὶ νύμφης.
 
καὶ βαρὺ πένθος ἔχουσα τελεσσιτόκῳ παρὰ πέτρῃ, 890
 
παῖδας ἐλαφρίζουσα, λεχωιὰς ἴαχε μήτηρ·
 
ἠερόθεν γάμος οὗτος· ἐμὸν γόνον ἠέρι ῥίψω·
 
νυμφεύθην ἀνέμοισι καὶ οὐ βροτέην ἴδον εὐνήν,
 
αὔρης δʼ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι·
 
καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται. 895
 
ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος,
 
ὑμέας οὐκ ἐλόχευσα· τί μοι κακὰ θηλυτεράων;
 
ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης
 
ἔλθετε θαρσήεντες, ὅτʼ οὐκέτι μάρναται Αὔρη·
 
καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί· 900
 
θῶες, ἐμοὶ τέρπεσθε· παρʼ ἡμετέρῃ δὲ χαμεύνῃ
 
πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω·
 
ἄξατε σύννομον ἄρκτον ἀταρβέα· παιδοτόκου γὰρ
 
αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί.
 
αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης, 905
 
μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω·
 
μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδʼ ἐνὶ λόχμαις
 
θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.
 
θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης· 910
 
ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην,
 
πόρδαλις ὠμοβόροισι δέμας λιχμῶσα γενείοις,
 
ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ·
 
θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην
 
ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων 915
 
μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης.
 
καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη
 
ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης,
 
ἠερίαις δʼ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις
 
θηρείων ἕνα παῖδα διαρπάξασα γενείων· 920

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme