Book 48
γυμνώσας Φιλύρης γλαφυρὸν δόμον· ἁρπαμένου δὲ
40
ἀσκεπέος σκοπέλοιο γέρων ἐλελίζετο Χείρων,
ἀνδροφυὴς ἀτέλεστος ὁμήλικι σύμπλοκος ἵππῳ.
ἡμερίδων δὲ κόρυμβον ἔχων ὀλετῆρα Γιγάντων
Βάκχος ἀερσιλόφοιο κατέτρεχεν Ἀλκυονῆος,
οὐ δόρυ θοῦρον ἔχων, οὐ φοίνιον ἆορ ἀείρων,
45
ἀλλὰ πολυσπερέας παλάμας ἐδάιξε Γιγάντων,
αἰχμάζων ἑλίκεσσι· φιλακρήτῳ δὲ πετήλῳ
φρικτὰ πεδοτρεφέων ἐδαΐζετο φῦλα δρακόντων·
τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων
αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ.
50
κτείνετο δʼ ἄσπετα φῦλα· δαϊζομένων δὲ Γιγάντων
αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ
πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι.
γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων
βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου.
55
καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων
ἀντιβίων ὀλετῆρα· διʼ ὑψιπόρου δὲ κελεύθου
Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ,
γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων·
καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι
60
ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ,
καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων.
καὶ κλόνος ἄσπετος ἦεν· ἐπʼ ἀντιβίων δὲ καρήνων
Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων,
καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων
65
ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ·
καὶ δαΐδες σελάγιζον· ἐπʼ Ἐγκελάδου δὲ καρήνῳ
ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης·
ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ
Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ.
70
Ἀλκυονεὺς δʼ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ
Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ
ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἵμου
εἰς σκοπὸν ἀχρήιστον, ἀνουτήτου Διονύσου·
καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου
75
νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι·
Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς
ὑψιφανής, προτέρῳ πανομοίιος, ὅς ποτε πολλοὺς
ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης,