Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 48

 
εἰς χορὸν αὐτοέλικτον ἀνεσκίρτησε κολώνη, 640
 
ἡμιφανὴς δʼ ἐδόνησεν Ἁμαδρυὰς ἥλικα πεύκην·
 
μούνη δʼ ἦν ἀχόρευτος ἐν οὔρεσι παρθένος Ἠχώ,
 
αἰδομένη δʼ ἀκίχητος ἐκεύθετο πυθμένι πέτρης,
 
μὴ γάμον ἀθρήσειε γυναιμανέος Διονύσου.
 
καὶ τελέσας ὑμέναιον ἀδουπήτων ἐπὶ λέκτρων 645
 
νυμφίος ἀμπελόεις, πεφυλαγμένον ἴχνος ἀείρας,
 
νύμφης μὲν κύσε χεῖλος ἐπήρατον, ἀκλινέας δὲ
 
λῦσε πόδας καὶ χεῖρας, ἀπὸ σκοπέλου δὲ φαρέτρην
 
χειρὶ λαβὼν καὶ τόξα πάλιν παρακάτθετο νύμφῃ.
 
καὶ Σατύρων σχεδὸν ἦλθεν ἔτι πνείων ὑμεναίων, 650
 
ὑπναλέης ἀνέμοισιν ἐπιτρέψας λέχος Αὔρης.
 
νύμφη δʼ ἐκ φιλότητος ἀνέδραμε· λυσιμελῆ δὲ
 
ὕπνον ἀκηρύκτων ἀπεσείσατο μάρτυν Ἐρώτων·
 
θάμβεϊ δʼ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης
 
στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦ 655
 
καὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα,
 
ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην,
 
μαίνετο παπταίνουσα· καὶ ἥρμοσε κυκλάδα μίτρην
 
στέρνα πάλιν σκιόωσα, καὶ ἠθάδος ἄντυγα MSS. μαζοῦ
 
παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ. 660
 
ἀχνυμένη δʼ ὀλόλυζε, κατάσχετος ἅλματι λύσσης·
 
ἀγρονόμους δʼ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης
 
τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ
 
μηλονόμους ἐδάιξεν· ἀμειλίκτῳ δὲ σιδήρῳ
 
βουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς, 665
 
Τιθωνὸν χαρίεντα, δυσίμερον ἀνέρα βούτην,
 
ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ
 
Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη·
 
ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη,
 
ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος· 670
 
αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶν
 
αἰνοπαθής, ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη
 
ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν·
 
ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς
 
ὅττί μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν· 675
 
γειοπόνους δʼ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αυτοἰ
 
Κύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ,
 
Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτην·
 
ἔκτανε δʼ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme