Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 48

 
560
 
ἀλλὰ τί Κεκροπίης μιμνήσκομαι; εἰς Παφίην γὰρ
 
μέμφομαι ἀμφοτέροις, καὶ Θησέι καὶ Διονύσῳ.
 
ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ.
 
καὶ θρασὺς ἔγρετο Βάκχος ἀποσκεδάσας πτερὸν Ὕπνου,
 
μυρομένην δʼ ᾤκτειρεν ὀνειρείην Ἀριάδνην. 565
 
καὶ δόλον ἀλλοπρόσαλλον ἐδίζετο πομπὸν Ἐρώτων·
 
νύμφης δʼ Ἀστακίδος προτέρων ἐμνήσατο λέκτρων,
 
πῶς ἐρατὴν δολόεντι ποτῷ νυμφεύσατο κούρην
 
ὕπνον ἔχων πομπῆα μεθυσφαλέων ὑμεναίων.
 
ὄφρα μὲν ἤθελε Βάκχος ἐπεντύνειν δόλον εὐνῆς, 570
 
τόφρα δὲ φοιταλέη Ληλαντιὰς ἔδραμε κούρη
 
πίδακα μαστεύουσα, κατάσχετος αἴθοπι δίψῃ.
 
οὐδὲ λάθεν Διόνυσον ὀρίδρομος ἄστατος Αὔρη
 
διψαλέη· ταχινὸς δὲ θορὼν ἐπὶ πυθμένα πέτρης
 
θύρσῳ γαῖαν ἄρασσε· διχαζομένη δὲ κολώνη 575
 
αὐτομάτην ὤδινε μέθην εὐώδεϊ μαζῷ
 
χεύματι πορφύροντι· χαριζόμεναι δὲ Λυαίῳ
 
δμωίδες Ἠελίοιο κατέγραφον ἄνθεσιν Ὧραι
 
πίδακος ἄκρα μέτωπα, καὶ εὐόδμοισιν ἀήταις
 
ἀρτιφύτου λειμῶνος ἱμάσσετο νήδυμος ἀήρ· 580
 
εἶχε δὲ Ναρκίσσοιο φερώνυμα φύλλα κορύμβων
 
ἠιθέου χαρίεντος, ὃν εὐπετάλῳ παρὰ Λάτμῳ
 
νυμφίος Ἐνδυμίων κεραῆς ἔσπειρε Σελήνης,
 
ὃς πάρος ἠπεροπῆος ἐύχροος εἴδεϊ κωφῷ
 
εἰς τύπον αὐτοτέλεστον ἰδὼν μορφούμενον ὕδωρ 585
 
κάτθανε, παπταίνων σκιοειδέα φάσματα μορφῆς·
 
καὶ φυτὸν ἔμπνοον εἶχεν Ἀμυκλαίης ὑακίνθου·
 
ἱπτάμεναι δʼ ἀγεληδὸν ἐπʼ ἀνθεμόεντι κορύμβῳ
 
εἰαρινῶν ἐλίγαινον ἀηδόνες ὑψόθι φύλλων.
 
κεῖθι δὲ διψώουσα μεσημβριὰς ἔτρεχεν Αὔρη, 590
 
εἴ ποθι διψώουσα Διὸς χύσιν ἤ τινα πηγὴν
 
ἢ ῥόον ἀθρήσειεν ὀρεσσιχύτου ποταμοῖο·
 
ἀμφὶ δὲ οἱ βλεφάροισιν Ἔρως κατέχευεν ὀμίχλην.
 
ἀλλʼ ὅτε Βακχείην ἀπατήλιον ἔδρακε πηγήν,
 
δὴ τότε οἱ βλεφάρων σκιόεν νέφος ἤλασε Πειθὼ 595
 
τοῖον ἔπος βοόωσα γάμου πρωτάγγελον Αὔρῃ·
 
Παρθενική, κόλε δεῦρο, τελεσσιγάμοιο δὲ πηγῆς
 
εἰς στόμα δέξο ῥέεθρα, καὶ εἰς σέο κόλπον ἀκοίτην.
 
κούρη δʼ ἄσμενος εἶδε· παραπροχυθεῖσα δὲ πηγῇ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme