Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 48

 
Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου, 440
 
οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω,
 
οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην,
 
Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή,
 
μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων·
 
ἓν δέ σοι, ἰοχέαιρα, χαρίζομαι· ἀγρότις Αὔρη 445
 
παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται·
 
καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου
 
δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μίτρην.
 
εἶπε παρηγορέουσα· καὶ οὔρεα κάλλιπε κούρη
 
Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ, 450
 
καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ δὲ πορείῃ
 
παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην,
 
γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ·
 
καὶ ταχινὴ πεφόρητο διʼ ἠέρος ὀξέι δίφρῳ,
 
καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων 455
 
Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου,
 
πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς.
 
αὔρης δʼ ἐγγὺς ἵκανεν ἀγήνορος· ὑψίνοον δὲ
 
αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ,
 
καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ, 460
 
καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος· ἀμφὶ δὲ μίτρην
 
παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην
 
Ἀργολὶς Ἀδρήστεια· χαριζομένη δὲ θεαίνῃ,
 
καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ,
 
ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων, 465
 
Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην,
 
τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δʼ ἐνὶ γαίῃ
 
ἀλλοτρίῃ πετραῖον, Ἀχαιίδος ὡς βρέτας Ἥρης,
 
καὶ Βρόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων.
 
καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ, 470
 
εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον ἀμφὶ δὲ κούρῃ
 
ἡδυβόλῳ So Keydell: Ludwich Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ,
 
καὶ πρερὰ κυκλώσας ἐπεήσατο κοῦφος Ὀλύμπου.
 
καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ·
 
οὐ γὰρ ἔην ἐλάχεια παραίφασις· οὐ τότε κούρης 475
 
ἐλπίδα Κυπρδίην, οὐ φάρμακον εἶχεν Ἐρώτων·
 
ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ
 
θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης.
 
καὶ μογέων ἔκρυπτεν ἑὸν πόθον, οὐδʼ ἐνὶ λόχμαις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme