Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 48

 
μητρὸς ἔσω λαγάνων νέκυς ἄπνοος· εἰ δέ τις ἀνὴρ 400
 
χερσὶ ποθοβλήτοισι τεῶν ἐδράξατο πέπλων,
 
σκορπίον ἄλλον ἄεξε τεῆς ποινήτορα μίρης·
 
εἰ δὲ πάλιν θρασὺς Ὦτος ἢ αὐχήεις Ἐφιάλτης
 
συζυγίην μενέαινε τεῶν ἀκίχητον Ἐρώτων,
 
κτεῖνον ἀνυμφεύτοιο τεῆς μνηστῆρα κορείης· 405
 
εἰ δὲ γυνὴ πολύτεκνος ἀνιάζει σέο Λητώ,
 
ἄλλη λαϊνέη Νιόη κλαύσειε γενέθλην·
 
τίς φθόνος, εἰ λίθον ἄλλον ὑπὲρ Σιπύλοιο τελέσσω;
 
μή σε πατὴρ διὰ λέκτρα μετὰ γλαυκῶπιν ὀρίνει;
 
μὴ τεὸν Ἑρμάωνι γάμον κατένευσε Κρονίων, 410
 
οἷα καὶ Ἡφαίστῳ καθρῆς ὑμέναιον Ἀθήνης;
 
εἰ δὲ γυνὴ κλονέει σε, τεὴν ἅτε μητέρα Λητώ,
 
ἔσσομαι ἀχνυμένης τιμήορος ἰοχεαίρης.
 
οὔ πω μῦθος ἔληγεν· ἀλεξικάκῳ δὲ θεαίνῃ
 
τοῖον ἔπος φθαμένη σκυλακοτρόφος ἴαχε κούρη· 415
 
Παρθένε πανδαμάτειρα, κυβερνήτειρα γενέθλης,
 
οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει·
 
οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ·
 
οὐ νέος Ὠρίων με βιάζεται, υἱὸς Ἀρούρης·
 
ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ 420
 
ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Λὔρη·
 
ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ
 
αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν·
 
μητρὶ δʼ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ
 
ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ, 425
 
καὶ πἁλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Λὔρη·
 
ἀλλʼ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,
 
Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει
 
ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη
 
αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη 430
 
δάκρυσιν οὐ λίθον εἶχε λελουμένον, οὐκ ἴδε πηγὴν
 
μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος.
 
ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην
 
δός μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω
 
λαϊνέης ἀτίνακτν ἀμειβομένης δέμας Αὔρης· 435
 
μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην,
 
μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτροπον Αὔρην,
 
ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.
 
ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme