Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 48

 
εἰ μεθέπεις θρασὺν οἶστρον ὀιστοκόμοιο φαρέτρης. 360
 
ἱλήκοι τεὸν εἶδος· ἐγὼ σέο μᾶλλον ἀρείων·
 
δέρκεο, πῶς μεθέπω βριαρὸν δέμας· ἠνίδε μορφὴν
 
ἄρσενα καὶ Ζεφύροιο θοώτερον ἴχνιον Αὔρης·
 
δέρκεο, πῶς σφριγόωσι βραχίονες· ἠνίδε μαζοὺς
 
ὄμφακας οἰδαίνοντας ἀθήλεας· ἦ τάχα φαίης, 365
 
ὅττι τεοὶ γλαγόεσσαν ἀναβλύζουσιν ἐέρσην·
 
πῶς παλάμην μεθέπεις ἁπαλόχροα; πῶς σέο μαζοὶ
 
οὔ τινα κύκλου ἔχουσι περίτροχον, οἷά περ Αὔρης,
 
αὐτόματοι κήρυκες ἀσυλήτοιο κορείης;
 
ἔννεπε κερτομέουσα· κατηφιόωσα δὲ σιγῇ 370
 
σύννομος οἰδαίνοντι χόλῳ κυμαίνετο δαίμων,
 
καὶ φονίους σπινθῆρας ἀνηκόντιζον ὀπωπαί·
 
ἐκ προχοῆς δʼ ἀνέπαλτο, πάλιν δʼ ἔνδυνε χιτῶνα,
 
καὶ καθαραῖς λαγόνεσσι τὸ δεύτερον ἥρμοσε μίτρην
 
ἀχνυμένη. νέμεσιν δὲ μετήιεν· εὗρε δὲ κούρην 375
 
ὑψινεφῆ παρὰ Ταῦρον, ὅπῃ παρὰ γείτονι Κύδνῳ
 
παῦσε Τυφαονίης ὑψαύχενα κόμπον ἀπειλῆς·
 
καὶ τροχὸς αὐτοκύλιστος ἔην παρὰ ποσσὶν ἀνάσσης
 
σημαίνων, ὅτι πάντας ἀγήνορας εἰς πέδον ἕλκει
 
ὑψόθεν εἰλυφόωσα δίκης ποινήτορι κύκλῳ, 380
 
δαίμων πανδαμάτειρα, βίου στρωφῶσα πορείην·
 
ἀμφὶ δέ οἱ πεπότητο παρὰ θρόνον ὄρνις ἀλάστωρ,
 
γρὺψ πτερόεις, πισύρων δὲ ποδῶν κουφίζετο παλμῷ
 
δαίμονος ἱπταμένης αὐτάγγελος, ὅττι καὶ αὐτὴ
 
τέτραχα μοιρηθέντα διέρχεται ἕδρανα κόσμου· 385
 
ἀνέρας ὑψιλόφους ἀλύτῳ σφίγγουσα χαλινῷ,
 
ἀντίτυπον μίμημα, καὶ ὡς κακότητος ἱμάσθλῃ,
 
ὡς τροχὸν αὐτοκύλιστον, ἀγήνορα φῶτα κυλίνδει.
 
ἔγνω δʼ ὡς ἐνόησε θεὰ χλοάοντι προσώπῳ
 
Ἄρτεμιν ἀχνυμένην φονίης πλήθουσαν ἀπειλῆς, 390
 
καί μιν ἀνειρομένη φιλίῳ μειλίξατο μύθῳ·
 
σὸν χόλον, ἰοχέαιρα, τεαὶ βοόωσιν ὀπωπαί·
 
Ἄρτεμι, τίς κλονέει σε θεημάχος υἱὸς Ἀρούρης;
 
τίς πάλιν ἐβλάστησεν ὑπὲρ δαπέδοιο Τυφωεύς;
 
μὴ Τιτυὸς παλίνορσος ἐρωμανὲς ὄμμα τιταίνων 395
 
εἵματος ἀψαύστοιο τεῆς ἔψαυσε τεκούσης;
 
Ἄρτεμι, πῇ σέο τόξα καὶ Ἀπόλλωνος ὀιστοί;
 
τίς πάλιν Ὠρίων σε βιάζεται; εἰσέτι κεῖται
 
κεῖνος, ὃς ὑμετέροιο τάλας ἔψαυσε χιτῶνος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme