Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 47

 
οὐκ ἀπὸ Νηιάδων μελιηδέα δῶρα κομίζεις· 80
 
οὐ γὰρ ἀναβλύζουσι μελίρρυτα χεύματα πηγαί,
 
οὐ ῥόος Ἰλισσοῖο χυτῷ φοινίσσεται ὁλκῷ·
 
οὐ ποτὸν ἔπλετο τοῦτο φιλοπτόρθοιο μελίσσης,
 
ὀξύτατον μερόπεσσι φέρον κόρον· ἀλλοφυὲς δὲ
 
καὶ μέλιτος γλυκεροῖο φέρεις γλυκερώτερον ὕδωρ· 85
 
πάτριον οὐ πόμα τοῦτο λοχεύεται Ἀτθὶς ἐλαίη·
 
λαρότερον δὲ γάλακτος ἔχεις ποτὸν ἐμμενὲς αἰεὶ
 
συμφερταῖς λιβάδεσσι μελικρήτου κυκεῶνος.
 
εἰ δὲ ποτὸν μερόπεσσιν ἀεξιφύτων ἀπὸ κήπων
 
ἐκ καλύκων δεδάασιν ἄγειν ῥοδοπήχεες Ὧραι, 90
 
καί κεν ἐγὼ καλέεσκον Ἀδώνιδος ἢ Κυθερείης
 
εἰαρινὸν πόμα τοῦτο, ῥόδων εὔοδμον ἐέρσην.
 
λυσίπονον καὶ ξεῖνον ἄγεις ποτόν· ἠερίοις γάρ
 
πλαζομένας ἀνέμοισιν ἐμὰς ἐκέδασσε μερίμνας.
 
μή σοι δῶρον ἔδωκεν ἀπʼ αἰθέρος ἄμβροτος Ἥβη; 95
 
μή σοι τοῦτο κόμισσε τεὴ πολιοῦχος Ἀθήνη;
 
οὐρανόθεν κρητῆρα τίς ἥρπασεν, ἔνθεν ἀφύσσει
 
Ζηνὶ καὶ ἀθανάτοισι δέπας κεράσας Γανυμήδης;
 
ξεινοδόκου Κελεοῖο μακάρτερε, μὴ σὺ καὶ αὐτὸς
 
ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου; 100
 
πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ,
 
καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης
 
Ἀτθίδι δῶρον ἔδωκεν, ἄτε στάχυν ὤπασε Δηώ.
 
ἔννεπε θαμβήσας γλυκερὸν ποτόν· ἐκ στομάτων δὲ
 
ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν. 105
 
ἀγρονόμοι δʼ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις
 
πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ·
 
ὄμματα δʼ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις
 
ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ
 
στήθεα θερμαίνοντο, ποτῷ δʼ ἐβαρύνετο κόρση, 110
 
καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου·
 
τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης
 
καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι·
 
καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου
 
ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ. 115
 
καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ
 
τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ,
 
οἶά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου,
 
ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme