Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 47

 
Ἠριγόνη δʼ ἐκέρασσεν ἀφυσσαμένη γλάγος αἰγῶν· 40
 
ἀλλά ἑ Βάκχος ἔρυκε, φιλοστόργῳ δὲ γεραιῷ
 
ὤπασε λυσιπόνοιο μέθης ἐγκύμονας ἀσκούς,
 
δεξιτερῇ δʼ εὔοδμον ἔχων δέπας ἡδέος οἴνου
 
ὤρεγεν Ἰκαρίῳ· φιλίῳ δʼ ἠσπάζετο μύθῳ·
 
Δέξο, γέρον, τόδε δῶρον, ὃ μὴ δεδάασιν Ἀθῆναι. 45
 
ὦ γέρον, ὀλβίζω σε· σὲ γὰρ μέλψουσι πολῖται
 
τοῖον ἔπος βοόωντες, ὅτι κλέος εὗρεν ἐλέγξαι
 
Ἰκάριος Κελεοῖο καὶ Ἠριγόνη Μετανείρης.
 
ζῆλον ἔχω προτέρης Δημήτερος, ὅττι καὶ αὐτὴ
 
ἄλλῳ γειοπόνῳ στάχυν ὄμπνιον ὤπασε Δηώ. 50
 
Τριπτόλεμος στάχυν εὗρε, σὺ δʼ οἴνοπα βότρυν ὀπώρης·
 
ἴλαος οὐρανίῳ Γανυμήδεϊ μοῦνος ἐρίζεις,
 
Τριπτολέμου προτέροιο μακάρτερε· θυμοβόρους γὰρ
 
οὐ στάχυες λύουσι μεληδόνας, οἰνοτόκοι δὲ
 
βότρυες ἀνδρομέης παιήονές εἰσιν ἀνίης. 55
 
τοῖον ἔπος κατέλεξε, φιλοξείνῳ δὲ γεραιῷ
 
ἁβρὸν ἐγερσινόοιο δέπας πόρεν ἔμπλεον οἴνου·
 
καὶ πίεν ἄλλο μετʼ ἄλλο γέρων φυτοεργὸς ἀλωεύς,
 
οἶστρον ἔχων ἀκόρητον ἐυρραθάμιγγος ἐέρσης·
 
κούρη δʼ ἀντὶ γάλακτος ἀφυσσαμένη χύσιν οἴνου 60
 
ὤρεγε χειρὶ κύπελλον, ἕως ἐμέθυσσε τοκῆα.
 
ἀλλʼ ὅτε δὴ κόρον εὗρε κυπελλοδόκοιο τραπέζης,
 
δόχμιος ἀμφιέλικτος ἐρισφαλὲς ἴχνος ἑλίσσων
 
ποσσὶν ἀμοιβαίοισιν ἀνεσκίρτησεν ἀλωεύς,
 
Ζαγρέος Εὔιον ὕγνον ἀνακρούων Διονύσῳ. 65
 
ἀγρονόμῳ δὲ γέροντι φυτηκόμος ὤπασε δαίμων
 
κλήματα βοτρυόεντα, φιλεύια δῶρα τραπέζης·
 
καί μιν ἄναξ ἐδίδαξεν ἀεξιφύτῳ τινὶ τέχνῃ
 
κλάσσαι βοθριάσαι τε βαλεῖν τʼ ἐνὶ κλήματα γύροις.
 
ἄλλοις δʼ ἀγρονόμοισι γέρων φυτοεργὸς ἀλωεὺς 70
 
δῶρα φέρων Βρομίοιο καὶ ἀμπελόεσσαν ὀπώρην
 
οἰνοφύτους ἐδίδαξε φυτηκομίας Διονύσου·
 
καὶ νομίῳ κρητῆρι βαλὼν ῥόον ἄσπετον οἴνου
 
δαινυμένους ηὔφραινεν ἐπασσυτέροισι κυπέλλοις,
 
οἰνοδόκων θυόεσσαν ἀναπτύξας χύσιν ἀσκῶν. 75
 
καί τις ἐγερσινόοιο πιὼν ῥόον ἡδέος οἴνου
 
Ἠριγόνης γενετῆρα φίλῳ μειλίξατο μύθῳ·
 
Εἰπέ, γέρον, πόθεν εὗρες ἐπὶ χθονί νέκταρ Ὀλύμπου;
 
οὐκ ἀπὸ Κηφισοῖο φέρεις ξανθόχροον ὕδωρ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme