Book 47
Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ·
720
Μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ
σείσατε χάλκεα ῥόπτρα καὶ Εὔια τύμπανα Ῥείης,
Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην,
μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,
μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας·
725
ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ
καὶ Διί, καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.
ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ
Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,
καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ
730
ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί,
καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται
μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ·
τύμπανα δʼ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ
δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ
735
σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων,
κτείνετο δʼ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ
Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες·
καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ
κῶμον ἀμειβομένη ζωάγριον, Ἰναχίδες δὲ
740
μαινάδες ἐρρίψαντο λαθίφρονα λύσσαν ἀήταις.