Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 47

 
χρυσὸν ἔχω γενετῆρα, πατὴρ δʼ ἐμὸς ὑέτιος Ζεύς· 600
 
ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος,
 
λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο.
 
ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη
 
ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης,
 
μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ 605
 
μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.
 
ὣς εἰπὼν προμάχιζεν· ἀνεπτοίησε δὲ Βάκχας
 
Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης
 
Ἥρη πανδαμάτειρα· καταιθύσσουσα δὲ Βάκχου
 
ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ, 610
 
ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην.
 
καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ·
 
Οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν·
 
οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν·
 
οὐδέ με πημαίνει στεροπὴ Διός· ἡμιτελῆ γὰρ 615
 
νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ
 
ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ.
 
καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ·
 
Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη
 
Ἀνδρομέδη βαρύδεσμος ἀέθλιον· ἀλλὰ Λυαίῳ 620
 
δῆριν ἄγεις, ὃς Ζηνὸς ἔχει γένος, ᾧ ποτε μούνῳ
 
Ῥείη μαζὸν ὄρεξε φερέσβιον, ὅν ποτε πυρσῷ
 
ἀστεροπῆς γαμίης μαιώσατο μειλιχίη φλόξ,
 
ὃν δύσις, ὃν θάμβησεν Ἑωσφόρος, ᾧ στίχες Ἰνδῶν
 
εἴκαθον, ὃν τρομέων καὶ Δηριάδης καὶ Ὀρόντης 625
 
ἠλιβάτων ἀπέλεθρον ἔχων ἴνδαλμα Γιγάντων
 
ἤριπεν, ᾧ θρασὺς Ἄλπος ὑπώκλασεν, υἱὸς Ἀρούρης,
 
ἀγχινεφὲς περίμετρον ἔχων δέμας, ᾧ γόνυ κάμπτει
 
λαὸς Ἄραψ, Σικελὸς δὲ μελίζεται εἰσέτι ναύτης
 
Τυρσηνῶν νόθον εἶδος ἁλίδρομον, ὧν ποτε μορφὴν 630
 
ἀνδρομέην ἤμειψα μετάτροπον, ἀντὶ δὲ φωτῶν
 
ἰχθύες ὀρχηστῆρες ἐπισκαίρουσι θαλάσσῃ.
 
Θήβης δʼ ἑπταπύλου γόον ἔκλυες· οὔ σε διδάξω
 
αἰνομανῆ Πενθῆα καὶ ὠλεσίτεκνον Ἀγαύην·
 
φήμης δʼ οὐ χατέεις ἢ μάρτυρος, ὅττι Λυαίου 635
 
πειρήθη τεὸν Ἄργος, Ἀχαιιάδες δὲ καὶ αὐταὶ
 
σφωιτέρας ὠδῖνας ἔτι στενάχουσι γυναῖκες.
 
ἀλλὰ, φίλος, πολέμιζε, καὶ αἰχμάζοντα κορύμβοις
 
αἰνήσεις τάχα Βάκχον ὅτι πτερὰ σεῖο πεδίλων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme