Book 47
ζηλήμων, βαρύμηνις ἐπιβρίθουσα Λυαίῳ·
480
Σειληνοὺς δὲ γέροντας ἐρήτυον. ἀχνύμενος δὲ
Ἰναχίδας Διόνυσος ὅλας οἴστρησε γυναῖκας·
μυκηθμῷ δʼ ἀλάλαζον Ἀχαιίδες· ἀντομένοις δὲ
ἔχραον ὲν τριόδοισιν· ἐπὶ σφετέροισι δὲ δειλαὶ
ἀρτιτόκοις βρεφέεσσιν ἐπωξύνοντο μαχαίρας,
485
ὦν ἡ μὲν ξίφος εἷλκε καὶ ἔκτανεν υἱέα μήτηρ,
ἄλλη δὲ τριέτηρον ἀπηλοίησε γενέθλην,
καί τις ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην
εἰσέτι μαστεύοντα φίλον γλάγος· ὀλλυμένων δὲ
Ἴναχος ἀρτιτόκων βρεφέων ἐπεμαίνετο πότμῳ·
490
μήτηρ δʼ ἔκτανεν υἷα, καὶ οὐ πόθος ἔπλετο μαζῶν
παιδοκόμων, οὐ μνῆστις ἀναγκαίου τοκετοῖο·
Ἀστερίων δʼ , ὅθι πολλὰ θαλύσια μείζονος ἤβης
ἠιθέων κείροντο λιπότριχος ἄνθεα κόρσης,
αὐτοὺς παῖδας ἔδεκτο καὶ οὐκέτι βόστρυχα χαίτης.
495
καί τις ἰδών τινα λάτριν ἐπερχομένοιο Λυαίου
τοῖον ἔπος κατέλεξε Πελασγίδας ἀστὸς ἀρούρης·
Οὗτος ὁ βότρυν ἔχων, διφυὲς γένος· ἄξιον Ἥρης
Αργος ἔχει Περσῆα καὶ οὐ χατέει Διονύσου·
ἄλλον ἔχω Διὸς υἷα καὶ οὐ Βάκχοιο χατίζω.
500
ποσσὶ πολυσκάρθμοισι πατεῖ Διόνυσος ὀπώρην·
ἴχνεσιν ὑψιπόροισιν ἐμὸς γόνος ἠέρα τέμνει.
μὴ κισσῷ δρεπάνην ἰσάζετε· καὶ γὰρ ἀρείων
Βάκχου θυρσοφόρου δρεπανηφόρος ἔπλετο Περσεύς·
εἰ στρατὸν Ἰνδὸν ἔπεφνεν, ἀέθλιον ἶσον ἐνίψω
505
Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ·
εἰ δὲ πολυκλύστοιο παρʼ Ἑσπέριον κλίμα πόντου
ὁλκάδα λαϊνέην Τυρσηνίδα πῆξε θαλάσσῃ,
κῆτος ὅλον περίμετρον ἐμὸς πετρώσατο Περσεύς.
εἰ δὲ τεὸς Διόνυσος ἐρημονόμῳ παρὰ πόντῳ
510
ὑπναλέην ἐσάωσεν ἐπʼ ἠιόνων Ἀριάδνην,
δεσμοὺς Ἀνδρομέδης πτερόεις ἀνελύσατο Περσεύς,
ἄξιον ἕδνον ἔχων πετρώδεα θῆρα θαλάσσης·
οὔ πως Ἀνδρομέδην Παφίης χάριν, οὔ ποτε Περσεὺς
Θησέος ἱμείρουσαν ἑὴν ἐρρύσατο νύμφην·
515
ἀλλὰ σαοφρονέοντα γάμον λάχεν. ὡς Σεμέλην δέ,
οὐ Δανάην πυρόεντες ἐτεφρώσαντο κεραυνοί·
ἀλλὰ πατὴρ Περσῆος Ὀλύμπιος ὄμβρος Ἐρώτων
χρύσεος εἰς γάμον ἦλθε, καὶ οὐ φλογόεις παρακοίτης.