Book 47
οὐ Διὶ παμμεδέοντι πανείκελος ἔπλετο Μίνως,
440
σὸς γενέτης· οὐ Κνωσσὸς ὁμοίιός ἐστιν Ὀλύμπῳ.
οὐδὲ μάτην στόλος οὗτος ἐμῆς ἀπεβήσατο Νάξου,
ἀλλὰ Πόθος σε φύλαξεν ἀρειοτέροις ὑμεναίοις·
ὀλβίη, ὅττι λιποῦσα χερείονα Θησέος εὐνὴν
δέμνιον ἱμερόεντος ἐσαθρήσεις Διονύσου.
445
τί πλέον ἤθελες εὖχος ὑπέρτερον; ἀμφότερον γὰρ
οὐρανὸν οἶκον ἔχεις, ἑκυρὸς δέ σοί ἐστι Κρονίων.
οὔ σοι Κασσιέπεια δυνήσεται ἰσοφαρίζειν
παιδὸς ἑῆς διὰ κόσμον Ὀλύμπιον· αἰθερίους γὰρ
δεσμοὺς Ἀνδρομέδῃ καὶ ἐν ἄστρασιν ὤπασε Περσεύς·
450
ἀλλά σοι ἀστερόεν τελέσω στέφος, ὥς κεν ἀκούσῃς
εὐνέτις αἰγλήεσσα φιλοστεφάνου Διονύσου.
εἶπε παρηγορέων· καὶ ἐπάλλετο χάρματι κούρη
μνῆστιν ὅλην Θησῆος ἀπορρίψασα θαλάσσῃ,
οὐρανίου μνηστῆρος ὑποσχεσίην ὑμεναίων
455
δεξαμένη. καὶ παστὸν Ἔρως ἐπεκόσμεε Βάκχῳ·
καὶ χορὸς ἐσμαράγησε γαμήλιος· ἀμφὶ δὲ παστῷ
ἄνθεα πάντα τέθηλε· καὶ εἰαρινοῖσι πετήλοις
Νάξον ἐκυκλώσαντο χορίτιδες Ὀρχομενοῖο·
καὶ θαλάμους ἐλίγαινεν Ἁμαδρυάς, ἀμφὶ δὲ πηγαῖς
460
νηιὰς ἀκρήδεμνος ἀσάμβαλος ᾔνεσε Νύμφη
δαίμονι βοτρυόεντι συναπτομένην Ἀριάδνην·
Ὀρτυγίη δʼ ὀλόλυζε, πολισσούχοιο δὲ Φοίβου
γνωτῷ νυμφίον ὕμνον ἀνακρούουσα Λυαίῳ
εἰς χορὸν ἐσκίρτησε καὶ ἀστυφέλικτος ἐοῦσα.
465
πορφυρέοις δὲ ῥόδοισι περίτροχον ἄνθος ἐρέπτων
μάντις Ἔρως πυρόεις στέφος ἔπλεκε, σύγχροον ἄστρων,
οὐρανίου Στεφάνοιο προάγγελον· ἀμφὶ νύμφης
Ναξιάδος σκίρτησε γαμοστόλος ἐσμὸς Ἐρώτων.
καὶ ζυγίοις θαλάμοισιν ὁμιλήσας ὑμεναίοις
470
Χρυσοπάτωρ πολύπαιδα γονὴν ἔσπειρεν ἀκοίτης.
καὶ δολιχὴν πολιοῖο χρόνου στροφάλιγγα κυλίνδων
μητέρος εὐώδινος ἑῆς ἐμνήσατο Ῥείης·
καὶ Χαρίτων πλήθουσαν ἀμεμφέα Νάξον ἐάσας
Ἑλλάδος ἄστεα πάντα μετήιεν· ἱπποβότου δὲ
475
Ἄργεος ἐγγὺς ἵκανε, καὶ εἰ λάχεν Ἴναχον Ἥρη.
οἱ δέ μιν οὐκ ἐδέχοντο, χοροπλεκέας δὲ γυναῖκας
καὶ Σατύρους ἐδίωκον, ἀπηρνήσαντο δὲ θύρσους,
μή ποτε δηλήσαιτο Πελασγικὸν ἕδρανον Ἥρη