Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 47

 
πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν. 400
 
οὐ μὲν ἐγὼ ψαύσαιμι καλαύροπος, οὐ παρὰ φάτνῃ
 
στήσομαι· ἡμετέρης δὲ παρέσσομαι ἐγγὺς ἀνάσσης
 
φθεγγομένῳ Θησῆι, καὶ οὐ μυκηθμὸν ἀκούσω·
 
καὶ τεὸν ἱμερόεντα γάμων ὑμέναιον ἀείσω
 
ζῆλον ὑποκλέπτουσα νεοζυγέος σέο νύμφης. 405
 
στῆσον Ναξιάδεσσι παρʼ ᾐόσι ποντοπορεύων,
 
στῆσον ἐμοὶ σέο νῆα· τί, ναυτίλε, καὶ σὺ χαλέπτεις;
 
ὣς ἄρα καὶ σὺ πέλεις Μαραθώνιος· εἰ μὲν ἱκάνεις
 
εἰς ἐρατήν σέο γαῖαν, ὅπῃ δόμος ἐστὶν Ἐρώτων,
 
δέξό με δειλαίην, ἵνα Κέκροπος ἄστυ νοήσω· 410
 
εἰ δέ με καλλείψεις καί, ἀμείλιχε, ποντοπορεύεις,
 
εἰπὲ τεῷ Θησῆι κινυρομένην Ἀριάδνην,
 
μεμφομένην ἀτέλεστον ἐπίκλοπον ὅρκον Ἐρώτων.
 
οἶδα, πόθεν Θησῆος ὑπόσχεσιν ἠπεροπῆος
 
θῆκεν Ἔρως βαρύμηνις ἀνήνυτον· ἀντὶ γάρ Ἥρης, 415
 
ἣν Ζυγίην καλέουσιν, ἀπειρογάμοιο θεαίνης
 
ὤμοσεν ἀχράντοιο γαμήλιον ὅρκον Ἀθήνης·
 
Παλλάδος ὅρκον ὄμοσσε· τί Παλλάδι καὶ Κυθερείῃ;
 
τοῖα κινυρομένης ἐπετέρπετο Βάκχος ἀκούων·
 
Κεκροπίην δʼ ἐνόησε καὶ οὔνομα Θησέος ἔγνω 420
 
καὶ στόλον ἐκ Κρήτης ἀπατήλιον· ἄγχι δὲ κούρης
 
ἔνθεον εἶδος ἔχων ἀμαρύσσετο· παρθενικὴν δὲ
 
φέρτερον εἰς πόθον ἄλλον ἐμάστιε κέντορι κεστῷ
 
θοῦρος Ἔρως περίφοιτος, ὅπως Μινωίδα κούρην
 
πειθομένην ζεύξειε κασιγνήτῳ Διονύσῳ. 425
 
καὶ κινυρὴν δυσέρωτα παρηγορέων Ἀριάδνην
 
τοῖον ἔπος φάτο Βάκχος ἐῇ φρενοθελγέι φωνῇ·
 
Παρθένε, τί στενάχεις ἀπατήλιον ἀστὸν Ἀθήνης;
 
μνῆστιν ἔα Θησῆος· ἔχεις Διόνυσον ἀκοίτην,
 
ἀντὶ μινυνθαδίου πόσιν ἄφθιτον· εἰ δέ σε τέρπει 430
 
ἥλικος ἠιθέου βρότεον δέμας, οὔ ποτε Θησεὺς
 
εἰς ἀρετὴν καὶ κάλλος ἐριδμαίνει Διονύσῳ.
 
ἀλλʼ ἐρέεις·
 
 
οἶδας ἀοσσητῆρα τεὸν μίτον· οὐ γὰρ ἀγῶνα 435
 
εὗρεν ἀεθλεύειν κορυνηφόρος ἀστὸς Ἀθήνης,
 
εἰ μὴ θῆλυς ἄμυνε ῥοδόχροος· οὔ σε διδάξω
 
καὶ Παφίην καὶ Ἔρωτα καὶ ἠλακάτην Ἀριάδνης.
 
αἰθέρος οὐκ ἐρέεις ὅτι μείζονές εἰσιν Ἀθῆναι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme