Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 46

 
καὶ σύ με τοῦτο δίδαξον ἀληθέι μάρτυρι μύθῳ· 40
 
Ζεὺς γενέτης πότε Φοῖβον ἢ Ἄρεα γείνατο μηρῷ;
 
εἰ Διὸς ἔλλαχες αἷμα, μετέρχεο κύκλον Ὀλύμπου
 
αἰθέρα ναιετάων, λίπε Πενθέι πατρίδα Θήβην.
 
ὤφελες ἅρμενον ἄλλον ἀμεμφέα μῦθον ἐνίψαι
 
ψεύδεϊ κερδαλέῳ κεράσας θελξίφρονα Πειθώ, 45
 
ὅττί σε παιδοτόκῳ Κρονίδης τέκεν ἠθάδι κόρσῃ·
 
οὐ τάχα τόσσον ἄπιστον ἔην ἔπος, ὅττι καὶ αὐτὸν
 
Βάκχον ἀνυμφεύτῳ μετὰ Παλλάδα τίκτε καρήνῳ.
 
ἤθελον, εἰ γένος ἔσχες Ὀλύμπιον, αἴθε Κρονίων
 
ὑψιμέδων σε φύτευσεν, ὅπως Διὸς αἷμα διώκων 50
 
νικήσω Διόνυσον, Ἐχίονος υἱὸς ἀκούων.
 
ὣς φαμένου νεμέσιζε θεὸς καὶ ἀμείβετο μύθῳ,
 
κρύπτων δαιμονίης ὑποκάρδιον ὄγκον ἀπειλῆς·
 
Βάρβαρα θεσμὰ φέρουσαν ἐπολβίζω χθόνα Κελτῶν,
 
ἧχι νέων βρεφέων καθαρὴν ὠδῖνα δικάζων 55
 
Ῥῆνος ἀσημάντοιο θεμιστοπόλος τοκετοῖο
 
αἵματος ἀγνώστοιο νόθον γένος οἶδεν ἐλέγξαι.
 
οὐ μὲν ἐγὼ Ῥήνοιο φατιζομένου ποταμοῖο
 
χεύμασιν οὐτιδανοῖσι δικάζομαι, ἀλλὰ ῥεέθρων
 
πιστότεροι κήρυκες ἐμοὶ γεγάασι κεραυνοί· 60
 
κρείσσονα μαρτυρίην στεροπῆς μὴ δίζεο, Πενθεῦ·
 
ὕδατι μὲν Γαλάτης, σὺ δὲ πείθεο μάρτυρι πυρσῷ.
 
οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου·
 
δῶμα Διωνύσοιο πέλει πατρώιος αἰθήρ·
 
καὶ χθονός εἰ κρίσις ἦεν ἢ ἀστερόεντος Ὀλύμπου, 65
 
εἰπέ μοι εἰρομένῳ, τίνα φέρτερον αὐτὸς ἐνίψῃς,
 
οὐρανὸν ἑπτάζωνον ἢ ἑπταπύλου χθόνα Θήβης;
 
οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου.
 
μοῦνον ἐμῆς κύδαινε μελισταγὲς ἄνθος ὀπώρης·
 
μὴ ποτὸν ἀμπελόεντος ἀτιμήσῃς Διονύσου. 70
 
Ἰνδοφόνῳ Βρομίῳ μὴ μάρναο, θηλυτέρῃ δέ,
 
εἰ δύνασαι, πολέμιζε μιῇ ῥηξήνορι Βάκχῃ.
 
σοὶ τάχα καλὸν ἔθεντο προμάντιες οὔνομα Μοῖραι
 
ὑμετέρου θανάτοιο προάγγελον· αἰνοπαθῆ δὲ
 
οὐ νέμεσις Πενθῆα πεδοτρεφέος γενετῆρος 75
 
γηγενὲς αἷμα φέροντα φέρειν μίμημα Γιγάντων,
 
οὐ νέμεσις καὶ Βάκχον Ὀλύμπιον αἷμα γενέθλης
 
Ζηνὸς ἔχειν μίμημα Γιγαντοφόνοιο τοκῆος.
 
εἴρεο Τειρεσίαν, τίνι χώεαι· εἴρεο Πυθώ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme