Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 45

 
καὶ δόμον ἀχλυόεντα θεόσσυτος ἔστεφεν αἴγλη 280
 
Βασσαρίδων ζοφεροῖο καταστάζουσα μελάθρου·
 
καὶ σκοτίου πυλεῶνες ἀνεπτύσσοντο βερέθρου
 
αὐτόματοι· τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν
 
Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων
 
εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι 285
 
νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης,
 
ὧν ἡ μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ
 
ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ
 
ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην
 
τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ 290
 
εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων,
 
ἄλλη δʼ αἶγας ἔπεφνεν· ἐφοινίσσοντο δὲ λύθρου
 
αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης.
 
ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος
 
ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων 295
 
ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις,
 
ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ·
 
καί γλάγος ᾔτεε κοῦρος, ἑὴν ἄτε μητέρα, Βάκχην,
 
στήθεα δʼ ἀμφαφάασκεν· ἀνυμφεύτοιο δὲ κούρης
 
αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί. 300
 
παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας
 
χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν,
 
παρθενικὴ δʼ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ·
 
πολλαὶ δʼ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης
 
τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης. 305
 
ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ
 
ἄκρον ὄρος πλήξασα νεοσχιδές· αὐτοτελῆ δὲ
 
οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,
 
λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης
 
πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις. 310
 
ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός· ἀμφί δὲ δένδρῳ
 
σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης
 
πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ,
 
ἀμφελελιζομένων μιμούμενος ἄμμα δρακόντων.
 
καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων 315
 
τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου,
 
ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος·
 
καὶ συὸς ἄκρα γένεια γέρων Σειληνὸς ἐρύσσας
 
κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme