Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 45

 
καὶ χορὸς ἀγρονόμων καὶ πώεα μηλοβοτήρων, 160
 
καὶ κτύπον ὠίσαντο λιγυφθόγγοιο νομῆος
 
ποιμενίῃ σύριγγι μελιζομένοιο νοῆσαι,
 
καὶ λιγυρῶν ἀίοντες ἐυτρήτων μέλος αὐλῶν
 
μεσσατίου πλώοντες ἀτέρμονος ὑψόθι πόντου
 
γαῖαν ἰδεῖν ἐδόκησαν· ἀμερσινόῳ δʼ ὑπὸ λύσσῃ 165
 
εἰς βυθὸν ἀίσσοντες ἐπωρχήσαντο γαλήνῃ,
 
ποντοπόροι δελφῖνες· ἀμειβομένου δὲ προσώπου
 
εἰς φύσιν ἰχθυόεσσαν ἐμορφώθη γένος ἀνδρῶν.
 
καὶ σύ, τέος, δολόεντα χόλον πεφύλαξο Λυαίου.
 
ἀλλʼ ἐρέεις· 170
 
 
δαιμονίην φύγε χεῖρα Γιγαντοφόνου Διονύσου,
 
ὅς ποτε Τυρσηνοῖο παρὰ κρηπῖδα Πελώρου
 
Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,
 
μαρνάμενον σκοπέλοισι καὶ αἰχμάζοντα κολώναις· 175
 
μαινομένου δὲ Γίγαντος ὑποπτήσσων στίχα λαιμῶν
 
οὐ τότε κεῖνο κάρηνον ὁδοιπόρος ἔστιχε πέτρης·
 
εἰ δέ τις ἀγνώσσων ἀβάτῳ πεφόρητο κελεύθῳ
 
μαστίζων θρασὺν ἵππον, ὑπὲρ σκοπέλοιο νοήσας
 
χερσὶ πολυσπερέεσσι περίπλοκον υἱὸς Ἀρούρης 180
 
ἡνίοχον καὶ πῶλον ἑῷ τυμβεύσατο λαιμῷ.
 
πολλάκι δʼ εὐδένδροιο διʼ οὔρεος εἰς νομὸν ἕλκων
 
μῆλα μεσημβρίζοντα γέρων δαιτρεύετο ποιμήν.
 
οὐ τότε δʼ αἰπολίοισι παρήμενος ἤ παρὰ μάνδραις
 
συμφερτοῖς δονάκεσσι μελίζετο μουσοπόλος Πάν, 185
 
οὐ κτύπου ὑστερόφωνος ἀμείβετο πηκτίδος Ἠχώ·
 
ἀλλά, λάλον περ ἐοῦσαν, ἐθήμονι σύνθροον αὐλῷ
 
Πανὸς ἀσιγήτοιο κατεσφρηγίσσατο σιγή,
 
ὅττι Γίγας τότε πᾶσιν ἐπέχραεν· οὐ τότε βούτης,
 
οὐ χορὸς ὑλοτόμων τις ὁμήλικας ἤκαχε Νύμφας 190
 
τέμνων νήια δοῦρα, καὶ οὐ σοφὸς ὁλκάδα τέκτων
 
δουροπαγὲς γόμφωσεν ὁδοιπόρον ἄρμα θαλάσσης,
 
εἰσόκε κεῖνα κάρηνα παρέστιχε Βάκχος ὁδεύων,
 
σείων Εὔια θύρσα· παρερχομένῳ δὲ Λυαίῳ
 
ὑψινεφὴς περίμετρος ἐπέχραεν υἱὸς Ἀρούρης, 195
 
ἀσπίδα πετρήεσσαν ἑοῖς ὤμοισιν ἀείρων·
 
καὶ σκόπελον βέλος εἶχεν, ἐπεσκίρτησε δὲ Βάκχῳ
 
γείτονα δενδρήεσσαν ἔχων ὑψίδρομον αἰχμήν,
 
ἢ πίτυν ἤ πλατάνιστον ἀκοντίζων Διονύσῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme