Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 45

 
καὶ δροσόεις κελάδησεν ἁλὸς κτύπος· ἦν δὲ νοῆσαι 40
 
δένδρεα κωμάζοντα καὶ αὐδήεσσαν ἐρίπνην.
 
καί τις ἑοῦ θαλάμοιο χοροίτυπος ἔκθορε κούρη,
 
αὐλὸς ὅτε τρητοῖσι πόροις ἰάχησε κεράστης·
 
καὶ κτύπος ἀμφιβόητος ἀδεψήτοιο βοείης
 
παρθενικὰς βάκχευσεν, ἀπʼ εὐτύκτων δὲ μελάθρων 45
 
εἰς ὄρος ὑψικάρηνον ἐρημάδας ἤλασε Βάκχας.
 
καί τις ἀνοιστρηθεῖσα θυελλήεντι πεδίλῳ
 
κούρη λυσιέθειρα διέσσυτο παρθενεῶνος,
 
κερκίδα καλλείψασα καὶ ἱστοτέλειαν Ἀθήνην·
 
καὶ πλοκάμων ἀκόμιστον ἀπορρίψασα καλύπτρην 50
 
μίσγετο Βασσαρίδεσσι καὶ Ἀονὶς ἔπλετο Βάκχη.
 
Τειρεσίας δʼ ἱέρευσεν ἀλεξικάκῳ Διονύσῳ
 
βωμὸν ἀναστήσας, ἵνα Πενθέος ὕβριν ἐρύξῃ
 
καὶ χόλον ἀπρήυντον ἀποσκεδάσειε Λυαίου·
 
ἀλλὰ μάτην ἱκέτευσεν, ἐπεὶ λίνον ἤλυθε Μοίρης. 55
 
καὶ Σεμέλης γενέτην ἐκαλέσσατο μάντις ἐχέφρων,
 
ὄφρα μετασχήσωσι χοροστασίην Διονύσου.
 
βριθομένοις δὲ πόδεσσι γέρων ὠρχήσατο Κάδμος
 
στέψας Ἀονίῳ χιονώδεα βόστρυχα κισσῷ·
 
Τειρεσίας δʼ ὁμόφοιτος ἑὸν πόδα νωθρὸν ἑλίσσων, 60
 
Μυγδονίῳ Φρύγα κῶμον ἀνακρούων Διονύσῳ,
 
εἰς χορὸν ἀίσσοντι συνέμπορος ἤιε Κάδμῳ
 
γηραλέον νάρθηκι θεουδέι πῆχυν ἐρείσας.
 
ἀθρήσας δὲ γέροντας ὁμήλυδας ὄμματι λοξῷ
 
Τειρεσίαν καὶ Κάδμον ἀτάσθαλος ἴαχε Πενθεύς· 65
 
Κάδμε, τί μαργαίνεις; τίνι δαίμονι κῶμον ἐγείρεις;
 
Κάδμε, μιαινομένης ἀποκάτθεο κισσὸν ἐθείρης,
 
κάτθεο καὶ νάρθηκα νοοπλανέος Διονύσου·
 
Ὀγκαίης δʼ ἀνάειρε σαόφρονα χαλκὸν Ἀθήνης.
 
νήπιε Τειρεσία, στεφανηφόρε, ῥῖψον ἀήταις 70
 
σῶν πλοκάμων τάδε φύλλα, νόθον στέφος· ἀντὶ δὲ θύρσου
 
Φοίβου μᾶλλον ἄειρε τεὴν Ἰσμηνίδα δάφνην.
 
αἰδέομαι σέο γῆρας, ἀμετροβίων δὲ καὶ αὐτῶν
 
μάρτυρα δῶν ἐτέων πολιὴν πλοκαμῖδα γεραίρω·
 
εἰ μὴ γὰρ τόδε γῆρας ἐρήτυε καὶ σέο χαίτη, 75
 
καί κεν ἀλυκτοπέδῃσιν ἐγὼ δέο χεῖρας ἑλίξας
 
δέσμιον ἀχλυόεντι κατεσφρήγισσα μελάθρῳ.
 
σὸς νόος οὔ με λέληθε· σὺ γὰρ Πενθῆι μεγαίρων
 
μαντοσύναις δολίῃσι νόθον θεὸν ἀνέρα τεύχεις,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme