Book 44
αἷμα λαχὼν Κάδμοιο διώκομαι ἔκτοθι Θήβης,
200
μητρὸς ἐμῆς Σεμέλης ἀπὸ πατρίδος· ὠκύμορος γὰρ
θνητὸς ἀνὴρ κλονέει με θεημάχος· ὡς νυχίη δὲ
νυκτελίῳ χραίσμησον ἐλαυνομένῳ Διονύσῳ·
εἰ δὲ σὺ Περσεφόνεια νεκυσσόος, ὑμέτεραι δὲ
ψυχαὶ Ταρταρίοισιν ὑποδρήσσονσι θοώκοις,
205
νεκρὸν ἴδω Πενθῆα, καὶ ἀχνυμένου Διονύσου
δάκρυον εὐνήσειε τεὸς ψυχοστόλος Ἐρμῆς·
σεῖο δὲ Τισιφόνης μανιώδεος ἠὲ Μεγαίρης
Ταρταρίῃ μάστιγι λαθίφρονα παῦσον ἀπειλὴν
γηγενέος Πενθῆος, ἐπεὶ δυσμήχανος Ἥρη
210
ὀψίγονον Τιτῆνα νέῳ θώρηξε Λυαίῳ.
ἀλλὰ σὺ φῶτα δάμασσον ἀθέσμιον, ὄφρα γεραίρῃς
ἀρχεγόνου Ζαγρῆος ἐπωνυμίην Διονύσου.
Ζεῦ ἄνα, καὶ σὺ δόκευε μεμηνότος ἀνδρὸς ἀπειλήν·
κλῦθι, πάτερ καὶ μῆτερ· ἐλεγχομένου δὲ Λυαίου
215
σὴ στεροπὴ γαμίη Σεμέλης τιμήορος ἔστω.
ὣς φαμένου ταυρῶπις ἀνίαχεν ὑψόθι Μήνη·
Νυκτιφαὲς Διόνυσε, φυτηκόμε, σύνδρομε Μήνης,
σῆς σταφυλῆς ἀλέγιζε· μέλει δέ μοι ὄργια Βάκχου,
ὑμετέρων ὅτι γαῖα φυτῶν ὠδῖνα πεπαίνει
220
μαρμαρυγὴν δροσόεσσαν ἀκοιμήτοιο Σελήνης
δεχνυμένη· σὺ δέ, Βάκχε χοροίτυπε, θύρσα τιταίνων
σῆς γενετῆς ἀλέγιζε, καὶ οὐ τρομέεις γένος ἀνδρῶν
ἀδρανέων, οἶς κοῦφος ἀεὶ νόος, ὧν καὶ ἀνάγκῃ
Εὐμενίδων μάστιγες ἀναστέλλουσιν ἀπειλάς.
225
σὺν σοὶ δυσμενέεσσι κορύσσομαι· ἶσα δὲ Βάκχῳ
κοιρανέω μανίης ἑτερόφρονος· εἰμὶ δὲ Μήνη
Βακχιάς, οὐκ ὅτι μοῦνον ἐν αἰθέρι μῆνας ἑλίσσω,
ἀλλʼ ὅτι καὶ μανίης μεδέω καὶ λύσσαν ἐγείρω.
οὐ χθονίην σέθεν ὕβριν ἐγὼ νήποινον ἐάσω·
230
ἤδη γὰρ Λυκόοργος ἀπειλήσας Διονύσῳ,
ὁ πρὶν ἐὼν ταχύγουνος, ὁ Μαινάδας ὀξὺ διώξας,
τυφλὸς ἀλητεύει καὶ δεύεται ἡγεμονῆος.
ἤδη δʼ ἀμφὶ τένοντας Ἐρυθραίων δονακήων
κέκλιται ἔνθα καὶ ἔνθα, τεῆς αὐτάγγελος ἀλκῆς,
235
Ἰνδῶν νεκρὸς ὅμιλος, ἀναινομένῳ δὲ ῥεέθρῳ
ἄφρονα Δηριαδῆα πατὴρ ἔκρυψεν Ὑδάσπης
ἔγχεϊ κισσήεντι τετυμμένον· αὐτὰρ ὁ φεύγων
πατρῴῳ βαρύθοντι κατηφέι πῖπτε ῥεέθρῳ·