Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 44

 
οὐδὲ διατμήξω μέσον αὐχένος· ἀλλά ἑ τύψω 160
 
ἔγχεϊ χαλκείῳ τετορημένον εἰς πτύχα μηροῦ,
 
ὅττι Διὸς μεγάλοιο γονὴν ἐψεύσατο μηροῦ
 
καὶ πόλον ὡς ἑὸν οἶκον· ἐγὼ δέ μιν ἀντὶ μελάθρου
 
ἀντὶ Διός πυλεῶνος ἐνέρτερον Ἄιδι πέμψω,
 
ἠέ μιν αὐτοκύλιστον ἀλυσκάζοντα καλύψω 165
 
κύμασιν Ἰσμηνοῖο, καὶ οὐ χρέος ἐστὶ θαλάσσης.
 
οὐ δέχομαι βροτὸν ἄνδρα νόθον θεόν· εἰ θέμις εἰπεῖν,
 
ψεύσομαι, ὡς Διόνυσος, ἐμὸν γένος· οὐκ ἀπὸ Κάδμου
 
αἷμα φέρω χθονίοιο, πατὴρ δʼ ἐμός, ὄρχαμος ἄστρων,
 
ἠέλιός με φύτευσε, καί οὐκ ἔσπειρεν Ἐχίων· 170
 
τίκτε Σεληναίη με, καὶ οὐκ ἐλόχευσεν Ἀγαύη·
 
εἰμὶ γένος Κρονίδαο, καὶ αἰθέρος εἰμὶ πολίτης·
 
οὐρανός ἀστερόφοιτος ἐμὴ πόλις· ἵλατε, Θῆβαι·
 
Παλλὰς ἐμὴ παράκοιτις, ἐμὴ δάμαρ ἄμβροτος Ἥβη·
 
Πενθέι μαζόν ὄρεξε μετʼ Ἄρεα δεσπότις Ἥρη, 175
 
καὶ ζαθέη μετὰ Φοῖβον ἐγείνατο Πενθέα Λητώ·
 
Ἄρτεμιν ἱεμένην νυμφεύσομαι· οὐδέ με φεύγει,
 
ὥς ποτε Φοῖβον ἔφευγεν ἑῆς μνηστῆρα κορείης,
 
μῶμον ἀλυσκάζουσα κασιγνήτων ὑμεναίων.
 
εἰ δέ τεήν Σεμέλην οὐκ ἔφλεγεν οὐρανίη φλόξ, 180
 
παιδός ἑῆς διὰ μῶμον ἐὸν δόμον ἔφλεγε Κάδμος,
 
ἀστεροπὴν δʼ ἐκάλεσσε χαμαιγενὲς ἁπτόμενον πὺρ,
 
καὶ δαΐδων ὀνόμηνε σέλας σπινθῆρα κεραυνοῦ.
 
ὣς φαμένου βασιλῆος ἐπεστρατόωντο μαχηταὶ
 
ὁπλοφόροι κενεοῖσιν ἐριδμαίνοντες ἀήτατς· 185
 
καὶ στρατὸς ἄσπετος ἦεν ἔσω πιτυώδεος ὕλης,
 
ἴχνια μαστεύοντες ἀθηήτοιο Λυαίου.
 
ὄφρα μὲν ἐνναέτῃσιν ἄναξ ἐπετέλλετο Πενθεύς,
 
τόφρα δὲ καὶ Διόνυσος ἀφεγγέα νύκτα δοκεύων
 
τοῖον ἔπος πρὸς Ὄλυμπον ἀνίαχε κυκλάδι Μήνῃ· 190
 
Ὦ τέκος Ἠελίοιο, πολύστροφε, παντρόφε Μήνη,
 
ἅρματος ἀργυρέοιο κυβερνήτειρα Σελήνη,
 
εἰ σὺ πέλεις Ἑκάτη πολυώνυμος, ἐννυχίη δὲ
 
πυρσοφόρῳ παλάμῃ δονέεις θιασώδεα πεύκην,
 
ἔρχεο, νυκτιπόλος, σκυλακοτρόφος, ὅττί σε τέρπει 195
 
κνυζηθμῷ γοόωντι κυνοσσόος ἔννυχος ἠχώ·
 
Αρτεμις εἰ σὺ πέλεις ἐλαφηβόλος, ἐν δὲ κολώναις
 
νεβροφόνῳ σπεύδουσα συναγρώσσεις Διονύσῳ,
 
ἔσσο κασιγνήτοιο βοηθόος· ἀρχεγόνου γὰρ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme