Book 44
ὅν ποτε Κάδμος ἔδειμεν, ὅτε βραδυπειθέι ῥιπῇ
40
μόσχου πυργοδόμοιο φερέπτολις ὤκλασε χηλή·
ἀμφὶ δὲ θεῖον ἄγαλμα πολισσούχοιο θεαίνης
αὐτομάτῃ ῥαθάμιγγι θεόσσυτος ἔβλυεν ἱδρὼς
δεῖμα φέρων ναέτῃσι· καὶ ἐκ ποδὸς ἄχρι καρήνου
ἄγγελος ἐσσομένων βρέτας Ἄρεος ἔρρεε λύθρῳ.
45
καὶ ναέται δεδόνηντο· φόβῳ δʼ ἐλελίζετο μήτηρ
Πενθέος αὐχήεντος, ἐβακχεύθη δὲ μενοινῇ,
μνησαμένη προτέροιο δαφοινήεντος ὀνείρου
πικρὰ προθεσπίζοντος, ἐπεὶ πάρος ὑψόθι λέκτρων
ἐξ ὅτε κοιρανίην πατρώιον ἥρπασε Πενθεύς,
50
πάννυχον ὑπναλέοις ὀάροις εὕδουσαν Ἀγαύην
φάσματα μιμηλοῖο διεπτοίησεν ὀνείρου,
ἀπλανέος θρῴσκοντα διʼ εὐκεράου πυλεῶνος·
ἔλπετο γὰρ Πενθῆα χοροίτυπον ἁβρὸν ὁδίτην
ἄρσενα κοσμήσαντα γυναικείῳ χρόα πέπλῳ
55
ῥῖψαι πορφυρόνωτον ἐπὶ χθόνα φᾶρος ἀνάκτων,
θύρσον ἐλαφρίζοντα καὶ οὐ σκήπτροιο φορῆα·
καί μιν ἰδεῖν ἐδόκησε πάλιν Καδμηὶς Ἀγαύη
ἑζόμενον σκιεροῖο μετάρσιον ὑψόθι δένδρου·
καὶ φυτὸν ὑψικάρηνον, ὅπῃ θρασὺς ἕζετο Πενθεύς,
60
θῆρες ἐκυκλώσαντο, καὶ ἄγριον εἶχον ἐρωὴν
δένδρον ἀπειλητῆρι μετοχλίζοντες ὀδόντι,
τρηχαλέαις γενύεσσι· τινασσομένοιο δὲ δένδρου
κύμβαχος αὐτοκύλιστος ἕλιξ δινεύετο Πενθεύς,
καί μιν ἐδηλήσαντο δεδουπότα λυσσάδες ἄρκτοι·
65
ἀγροτέρη δὲ λέαινα καταΐσσουσα προσώπου
πρυμνόθεν ἔσπασε χεῖρα, καὶ ἄσχετα μαινομένη θὴρ
ἡμιτόμου Πενθῆος ἐρεισαμένη πόδα λαιμῷ
θηγαλέοις ὀνύχεσσι διέθρισεν ἀνθερεῶνα,
αἱμαλέον δὲ κάρηνον ἐκούφισεν ἅρπαγι ταρσῷ
70
οἰκτρὰ δαϊζομένου, καὶ ἐδείκνυε μάρτυρι Κάδμῳ
παλλομένη, βροτέην δʼ ἀλιτήμονα ῥήξατο φωνήν·
Εἰμὶ τεὴ θυγάτηρ θηροκτόνος· εἰμὶ δὲ μήτηρ
Πενθέος ὀλβίστοιο, τεὴ φιλότεκνος Ἀγαύη.
τηλίκον ὤλεσα θῆρα· λεοντοφόνοιο δὲ νίκης
75
δέχνυσο τοῦτο κάρηνον ἐμῆς πρωτάγριον ἀλκῆς·
τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ,
οὐ κτάνεν Αὐτονόη· σὺ δὲ σύμβολα παιδὸς Ἀγαύης
πῆξον ἀριστοπόνοιο τεοῦ προπάροιθε μελάθρου.