Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 43

 
καὶ κεφαλὴν ὤρθωσεν, ἀποπτύων δὲ γενείων 240
 
ἰὸν ἀκοντιστῆρα κεχηνότι σύρισε λαιμῷ·
 
καὶ δέμας ἀλλοπρόσαλλον ἔχων σκιοειδέι μορφῇ
 
φρῖξε λέων, σύτο κάπρος, ὕδωρ ῥέε· καὶ χορὸς Ἰνδῶν
 
ὑγρὸν ἀπειλητῆρι ῥόον σφηκώσατο δεσμῷ
 
χερσὶν ὀλισθηρῇσιν ἔχων ἀπατήλιον ὕδωρ· 245
 
κερδαλέος δὲ γέρων πολυδαίδαλον εἶδος ἀμείβων
 
εἶχε Περικλυμένοιο πολύτροπα δαίδαλα μορφῆς,
 
ὃν κτάμεν Ἡρακλέης, ὅτε δάκτυλα δισσὰ συνάψας
 
ψευδαλέον μίμημα νόθης ἔθραυσε μελίσσης.
 
χερσαίην δὲ γέροντος ἐκυκλώσαντο πορείην 250
 
πώεα κητώεντα, φιλοψαμάθοιο δὲ φώκης
 
οἰγομένῳ βαρύδουπον ὕδωρ ἐπεπάφλασε λαιμῷ.
 
θυγατέρων δὲ φάλαγγα φιλεύιον εἰς μόθον ἕλκων
 
ἔγχεϊ κυματόεντι γέρων ὡπλίζετο Νηρεύς,
 
ποντοπόρῳ τριόδοντι καταθρῴσκων ἐλεφάντων, 255
 
δεινὸς ἰδεῖν· πολλαὶ δὲ παρʼ ᾐόνα γείτονες ὄχθαι
 
εἰναλίῃ Νηρῆος ἐδοχμώθησαν ἀκωκῇ.
 
Νηρεΐδων δὲ γένεθλα συνεκρούσαντο τοκῆι
 
ὑσμίνης ἀλάλαγμα· καὶ εἰς μόθον ὑψόθι πόντου
 
ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης. 260
 
καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ
 
ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ,
 
λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης.
 
καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης
 
γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης· 265
 
καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου
 
εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ·
 
κουφίζων δʼ ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων
 
πομπίλος ἠέρταζε διʼ ὕδατος ἄβροχον Εἰδώ.
 
ὡς δέ τις ἱππεύων ἐλατὴρ ὑπὸ κυκλάδι τέχνῃ. 270
 
δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης,
 
δεξιτερὸν κάμψειε, παριεμένοιο χαλινοῦ
 
κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
 
ὀκλάζων ἐπίκυρτος, ἐπʼ ἄντυγι γούνατα πήξας
 
ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων 275
 
φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσει,
 
ὄμμα βαλὼν κατόπισθε, παρελκομένου δὲ προσώπου
 
δίφρον ὀπισθοπόροιο φυλάσσεται ἡνιοχῆος·
 
ὣς τότε Νηρεΐδες διερὴν περὶ νύσσαν ἀγῶνος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme