Book 43
τριχθαδίῃ γλωχῖνι θαλάσσια νῶτα χαράσσων,
200
ζεύξας Ἴσθμιον ἅρμα· καὶ Ἱππείῳ χρεμετισμῷ
Ἰνδῴων κελάδημα συνεπλατάγησε λεόντων.
καὶ δρόμον ὑγρὸν ἔλαυνε· τιταινομένοιο δὲ δίφρου
ἄκρον ὕδωρ ἀδίαντος ἐπέγραφεν ἄβροχος ὁπλή.
τρίτων δʼ εὐρυγένειος ἐπέκτυπε θυιάδι χάρμῃ,
205
ὃς διδύμοις μελέεσσιν ἔχει βροτοειδέα μορφὴν
ἀλλοφυῆ, χλοάουσαν, ἀπʼ ἰξύος ἄχρι καρήνου
ἡμιτελής· διερῆς δὲ παρήορος ἰξύος ὁλκῷ
δίπτυχος ἰχθυόεντι τύπῳ περικάμπτεται οὐρή.
καὶ διερῇ μάστιγι, θαλασσαίῃ παρὰ φάτνῃ
210
ζεύξας ὠκυπόρῳ πεφορημένον ἅρμα θυέλλῃ,
Γλαῦκος ἀνιπτοπόδων λοφιὴν ἐπεμάστιεν ἵππων
καὶ Σατύρους ἐδίωκεν. ἁλιρροίζῳ δὲ κυδοιμῷ
Πὰν κερόεις, ἀβάτοισιν ἐν ὕδασι κοῦφος ὁδίτης,
ἄβροχος αἰγείῃσιν ἀνακρούων ἄλα χηλαῖς,
215
ἄστατος ἐσκίρτησε, καλαύροπι πόντον ἀράσσων,
πηκτίδι συρίζων πολέμου μέλος· ἐν ῥοθίοις δὲ
μιμηλὴν ἀίων ἀνεμώλιον εἰκόνα φωνῆς
ποσσὶν ὀρεσσινόμοισι διέτρεχε πόντιον ὕδωρ,
μαστεύων κτύπον ἄλλον· ὑπηνέμιος δὲ καὶ αὐτὴ
220
τικτομένη σύριγγι διώκετο ποντιὰς ἠχώ.
ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας
ῥῖψεν ἐφʼ Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη
Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν.
Πρωτεὺς δʼ Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης
225
εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης·
ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν
φωκάων πολύμορφον ἐπηχύναντο νομῆα.
σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών·
230
Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν·
καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη
δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων
ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ·
235
καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας
εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος
σπεῖραν ἀνῃώρησεν, ὑπʼ ὀρχηστῆρι δὲ παλμῷ
ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς,