Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 43

 
ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων ἐνοσίχθων, 120
 
εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ,
 
ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ,
 
εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου,
 
νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ
 
ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ 125
 
Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καἰ αὐτὴ
 
ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη.
 
καὶ πόλιος τελέσας ἕτερον τύπον οὕ μιν ἐάσω
 
ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας
 
γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης, 130
 
χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ·
 
τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ.
 
ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ
 
θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων
 
νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δʼ αὐτὴ 135
 
ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει
 
Ἰνδὸς Ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων
 
δάκρυα κυματόεντα γέρων ἔφριξεν Ὑδάσπης.
 
καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην
 
ἓν γέρας ἱμείροντι χαρίζομαι ἐννοσιγαίῳ· 140
 
ἤν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον Ἐρώτων,
 
μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.
 
τοῖον ἔπος κατέλεξεν· ἀπειλητῆρι δὲ μύθῳ
 
κερτομέων Διόνυσον ἀμείβετο κυανοχαίτης·
 
Αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης 145
 
ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου·
 
δεῦρο, Θέτις, σκοπίαζε· τεὸς Διόνυσος ἀλύξας
 
καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ·
 
οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε· μητροφόνου γὰρ
 
ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις.
 
ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας
 
ποντοπόρους τελέσαντες· ὀρεσσαύλου δὲ φορῆος 150
 
τύμπανα Σειληνοῖο κατακλύζοιτο θαλάσσῃ,
 
κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ
 
νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω
 
εἰς πλόον αὐτοέλικτον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
 
Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου. 155
 
οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω·
 
Νηρεΐδες γεγάασιν ἀρείονες· ἀλλὰ θαλάσσῃ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme