Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 43

 
καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντου 40
 
εἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι λάβρῳ
 
θυιάδες ἐρρώοντο· τανυγλήνοιο δὲ ταύρου
 
ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου
 
διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης·
 
καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ· 45
 
ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός· ἡμιθανὴς δὲ
 
ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ·
 
καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ
 
ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα
 
προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ 50
 
ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν.
 
καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας,
 
στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν Ἐνυώ.
 
τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς
 
υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου 55
 
Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις·
 
τῆς δʼ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἐλικάων
 
ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ
 
πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσίρετο χαίτης·
 
Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης, 60
 
Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος·
 
πέμπτης δʼ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος Ἰνδῶν,
 
ὅν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ
 
φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων
 
σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ, 65
 
υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ.
 
τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις
 
σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο βάκχῳ.
 
καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·
 
Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου 70
 
αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων
 
ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ,
 
καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ
 
τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων
 
Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ· 75
 
καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ,
 
καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ,
 
νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης,
 
αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme