Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 43

 
καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπʼ Ἀσσυρίοιο δὲ κόλπου 440
 
ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν
 
Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ
 
ἀφνειῆς τιτάνοιο μέλαν φοινίσσεται ὕδωρ·
 
Μαιονίης δʼ ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ
 
Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης. 445
 
καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο
 
καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν
 
Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην,
 
Εὐρώπης πτολίεθρα μετʼ Ἀσίδος ἄστεα βαίνων.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme