Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 43

 
Ἡφαίστου σοφὸν ἔργον, Ὀλύμπια δαίδαλα, νύμφῃ, 400
 
ὁρμὸν ἄγων κάλυκάς τε φέρων ἕλικάς τε τιταίνων,
 
ὁππόσα Νηρεΐδεσσιν ἀμιμήτῳ κάμε τέχνῃ
 
Λήμνιος ἐργοπόνος παρὰ κύμασι A gap in M and other MSS,: F2 reads καὶ μέσον ἅλμης
 
ἔμπυρον ἄκμονα πάλλεν ὑποβρυχίην τε πυράγρην,
 
φυσαλέου χοάνοιο περίδρομον ἄσθμα τιταίνων 405
 
ποιητοῖς ἀνέμοισιν, ἀναπτομένης δὲ καμίνου
 
ἐν ῥοθίοις ἄσβεστον ἐβόμβεεν ἐνδόμυχον πῦρ.
 
Νηρεὺς μὲν τάδε δῶρα πολύτροπα, δῶκε δὲ κούρῃ
 
Περσικὸς Εὐφρήτης πολυδαίδαλον εἶδος ἀράχνης·
 
χρυσὸν Ἴβηρ πόρε Ῥῆνος· ἐχεκτεάνων δὲ μετάλλων 410
 
ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων
 
χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε Λυδῶν
 
Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην
 
Μυγδονίης πολιοῦχον ἑῆς χθονός· Ἠριδανὸς δὲ
 
Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων 415
 
δῶρα πόρε στίλβοντα· καὶ ἀργυρέης ἀπὸ πέτρης
 
Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει,
 
ἕδνον Ἀμυμώνῃ δωρήσατο κυανοχαίτης.
 
ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ
 
γήθεεν ἐννοσίγαιος· ἀμειδήτῳ δὲ Λυαίῳ 420
 
γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν·
 
Νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ;
 
οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσης
 
ἄρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης
 
παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ· 425
 
ἁβροτέρην δʼ ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην,
 
ἐκ γενεῆς Μίνωος ὁμόγνιον· οὐτιδανὴν δὲ
 
πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ.
 
ἀλλὰ λιπὼν Λιβάνοιο λόφον καὶ Ἀδώνιδος ὕδωρ
 
ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει 430
 
ἄβροχον Ἠελίοιο λέχος Τιτηνίδος Αὔρης·
 
καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης
 
Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ
 
Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ
 
ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις 435
 
ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.
 
τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ
 
θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων
 
ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme